Ρίζα   ωσει 
 Λέξη στη Βίβλο   ωσει 
 Παραπομπές   
Ματ. 3:16βαπτισθεις δε ο ιησους ευθυς ανεβη απο του υδατος και ιδου ηνεωχθησαν [αυτω] οι ουρανοι και ειδεν [το] πνευμα [του] θεου καταβαινον ωσει περιστεραν [και] ερχομενον επ αυτον
Ματ. 9:36ιδων δε τους οχλους εσπλαγχνισθη περι αυτων οτι ησαν εσκυλμενοι και ερριμμενοι ωσει προβατα μη εχοντα ποιμενα
Ματ. 14:21οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων
Ματ. 28:3ην δε η ειδεα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χιων
Ματ. 28:4απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντες και εγενηθησαν ως νεκροι
Μάρ. 1:10και ευθυς αναβαινων εκ του υδατος ειδεν σχιζομενους τους ουρανους και το πνευμα ως περιστεραν καταβαινον εις αυτον
Μάρ. 6:44και ησαν οι φαγοντες [τους αρτους] πεντακισχιλιοι ανδρες
Μάρ. 9:26και κραξας και πολλα σπαραξας εξηλθεν και εγενετο ωσει νεκρος ωστε τους πολλους λεγειν οτι απεθανεν
Λουκ. 1:56εμεινεν δε μαριαμ συν αυτη ως μηνας τρεις και υπεστρεψεν εις τον οικον αυτης
Λουκ. 3:22και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ως περιστεραν επ αυτον και φωνην εξ ουρανου γενεσθαι συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα
Λουκ. 3:23και αυτος ην ιησους αρχομενος ωσει ετων τριακοντα ων υιος ως ενομιζετο ιωσηφ του ηλι
Λουκ. 9:14ησαν γαρ ωσει ανδρες πεντακισχιλιοι ειπεν δε προς τους μαθητας αυτου κατακλινατε αυτους κλισιας [ωσει] ανα πεντηκοντα
Λουκ. 9:28εγενετο δε μετα τους λογους τουτους ωσει ημεραι οκτω [και] παραλαβων πετρον και ιωαννην και ιακωβον ανεβη εις το ορος προσευξασθαι
Λουκ. 22:41και αυτος απεσπασθη απ αυτων ωσει λιθου βολην και θεις τα γονατα προσηυχετο
Λουκ. 22:44και γενομενος εν αγωνια εκτενεστερον προσηυχετο και εγενετο ο ιδρως αυτου ωσει θρομβοι αιματος καταβαινοντος επι την γην]]
Λουκ. 22:59και διαστασης ωσει ωρας μιας αλλος τις διισχυριζετο λεγων επ αληθειας και ουτος μετ αυτου ην και γαρ γαλιλαιος εστιν
Λουκ. 23:44και ην ηδη ωσει ωρα εκτη και σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης
Λουκ. 24:11και εφανησαν ενωπιον αυτων ωσει ληρος τα ρηματα ταυτα και ηπιστουν αυταις
Ιωάνν. 1:32και εμαρτυρησεν ιωαννης λεγων οτι τεθεαμαι το πνευμα καταβαινον ως περιστεραν εξ ουρανου και εμεινεν επ αυτον
Ιωάνν. 4:6ην δε εκει πηγη του ιακωβ ο ουν ιησους κεκοπιακως εκ της οδοιποριας εκαθεζετο ουτως επι τη πηγη ωρα ην ως εκτη
Ιωάνν. 6:10ειπεν ο ιησους ποιησατε τους ανθρωπους αναπεσειν ην δε χορτος πολυς εν τω τοπω ανεπεσαν ουν οι ανδρες τον αριθμον ως πεντακισχιλιοι
Ιωάνν. 19:14ην δε παρασκευη του πασχα ωρα ην ως εκτη και λεγει τοις ιουδαιοις ιδε ο βασιλευς υμων
Ιωάνν. 19:39ηλθεν δε και νικοδημος ο ελθων προς αυτον νυκτος το πρωτον φερων μιγμα σμυρνης και αλοης ως λιτρας εκατον
Πράξ. 2:3και ωφθησαν αυτοις διαμεριζομεναι γλωσσαι ωσει πυρος και εκαθισεν εφ ενα εκαστον αυτων
Πράξ. 2:41οι μεν ουν αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν εν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι
Πράξ. 4:4πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη [ο] αριθμος των ανδρων [ως] χιλιαδες πεντε
Πράξ. 5:36προ γαρ τουτων των ημερων ανεστη θευδας λεγων ειναι τινα εαυτον ω προσεκλιθη ανδρων αριθμος ως τετρακοσιων ος ανηρεθη και παντες οσοι επειθοντο αυτω διελυθησαν και εγενοντο εις ουδεν
Πράξ. 6:15και ατενισαντες εις αυτον παντες οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου
Πράξ. 9:18και ευθεως απεπεσαν αυτου απο των οφθαλμων ως λεπιδες ανεβλεψεν τε και αναστας εβαπτισθη
Πράξ. 10:3ειδεν εν οραματι φανερως ωσει περι ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε
Πράξ. 19:7ησαν δε οι παντες ανδρες ωσει δωδεκα
Εβρ. 1:12και ωσει περιβολαιον ελιξεις αυτους ως ιματιον και αλλαγησονται συ δε ο αυτος ει και τα ετη σου ουκ εκλειψουσιν
Εβρ. 11:12διο και αφ ενος εγεννηθησαν και ταυτα νενεκρωμενου καθως τα αστρα του ουρανου τω πληθει και ως η αμμος η παρα το χειλος της θαλασσης η αναριθμητος
Αποκ. 1:14η δε κεφαλη αυτου και αι τριχες λευκαι ως εριον λευκον ως χιων και οι οφθαλμοι αυτου ως φλοξ πυρος