Ρίζα   ψυχη 
 Λέξη στη Βίβλο   ψυχης 
 Παραπομπές   
Ματ. 16:26τι γαρ ωφεληθησεται ανθρωπος εαν τον κοσμον ολον κερδηση την δε ψυχην αυτου ζημιωθη η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου
Μάρ. 8:37τι γαρ δοι ανθρωπος ανταλλαγμα της ψυχης αυτου
Μάρ. 12:30και αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου και εξ ολης της ισχυος σου
Μάρ. 12:33και το αγαπαν αυτον εξ ολης της καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ισχυος και το αγαπαν τον πλησιον ως εαυτον περισσοτερον εστιν παντων των ολοκαυτωματων και θυσιων
Λουκ. 10:27ο δε αποκριθεις ειπεν αγαπησεις κυριον τον θεον σου εξ ολης [της] καρδιας σου και εν ολη τη ψυχη σου και εν ολη τη ισχυι σου και εν ολη τη διανοια σου και τον πλησιον σου ως σεαυτον
Πράξ. 27:22και τα νυν παραινω υμας ευθυμειν αποβολη γαρ ψυχης ουδεμια εσται εξ υμων πλην του πλοιου
Ρωμ. 16:4οιτινες υπερ της ψυχης μου τον εαυτων τραχηλον υπεθηκαν οις ουκ εγω μονος ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων
Εφεσ. 6:6μη κατ οφθαλμοδουλιαν ως ανθρωπαρεσκοι αλλ ως δουλοι χριστου ποιουντες το θελημα του θεου εκ ψυχης
Κολ. 3:23ο εαν ποιητε εκ ψυχης εργαζεσθε ως τω κυριω και ουκ ανθρωποις
Εβρ. 4:12ζων γαρ ο λογος του θεου και ενεργης και τομωτερος υπερ πασαν μαχαιραν διστομον και διικνουμενος αχρι μερισμου ψυχης και πνευματος αρμων τε και μυελων και κριτικος ενθυμησεων και εννοιων καρδιας
Εβρ. 6:19ην ως αγκυραν εχομεν της ψυχης ασφαλη τε και βεβαιαν και εισερχομενην εις το εσωτερον του καταπετασματος
Εβρ. 10:39ημεις δε ουκ εσμεν υποστολης εις απωλειαν αλλα πιστεως εις περιποιησιν ψυχης
Α'Πέτρ. 2:11αγαπητοι παρακαλω ως παροικους και παρεπιδημους απεχεσθαι των σαρκικων επιθυμιων αιτινες στρατευονται κατα της ψυχης
Αποκ. 18:14και η οπωρα σου της επιθυμιας της ψυχης απηλθεν απο σου και παντα τα λιπαρα και τα λαμπρα απωλετο απο σου και ουκετι ου μη αυτα ευρησουσιν