Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τουτο δε γινωσκε οτι εν εσχαταις ημεραις ενστησονται καιροι χαλεποι 1 Tim 4:1, 2 Pet 2:3, Jude 1:18
2 εσονται γαρ οι ανθρωποι φιλαυτοι φιλαργυροι αλαζονες υπερηφανοι βλασφημοι γονευσιν απειθεις αχαριστοι ανοσιοι 
3 αστοργοι ασπονδοι διαβολοι ακρατεις ανημεροι αφιλαγαθοι 
4 προδοται προπετεις τετυφωμενοι φιληδονοι μαλλον η φιλοθεοι 
5 εχοντες μορφωσιν ευσεβειας την δε δυναμιν αυτης ηρνημενοι και τουτους αποτρεπου Matt 18:17, Rom 16:17, 2 Thess 3:6, Tit 3:10, 2 John 1:10
6 εκ τουτων γαρ εισιν οι ενδυνοντες εις τας οικιας και αιχμαλωτιζοντες γυναικαρια σεσωρευμενα αμαρτιαις αγομενα επιθυμιαις ποικιλαις Matt 23:14, Tit 1:11
7 παντοτε μανθανοντα και μηδεποτε εις επιγνωσιν αληθειας ελθειν δυναμενα 
8 ον τροπον δε ιαννης και ιαμβρης αντεστησαν μωυσει ουτως και ουτοι ανθιστανται τη αληθεια ανθρωποι κατεφθαρμενοι τον νουν αδοκιμοι περι την πιστιν Ex 7:11
9 αλλ ου προκοψουσιν επι πλειον η γαρ ανοια αυτων εκδηλος εσται πασιν ως και η εκεινων εγενετο 
10 συ δε παρηκολουθησας μου τη διδασκαλια τη αγωγη τη προθεσει τη πιστει τη μακροθυμια τη αγαπη τη υπομονη 
11 τοις διωγμοις τοις παθημασιν οια μοι εγενετο εν αντιοχεια εν ικονιω εν λυστροις οιους διωγμους υπηνεγκα και εκ παντων με ερρυσατο ο κυριος Acts 13:50, Acts 14:2, Acts 14:19, Psa 34:19, 2 Cor 1:10
12 και παντες δε οι θελοντες ευσεβως ζην εν χριστω ιησου διωχθησονται Matt 16:24, Luke 24:26, John 17:14, Acts 14:22, 1 Thess 3:3
13 πονηροι δε ανθρωποι και γοητες προκοψουσιν επι το χειρον πλανωντες και πλανωμενοι 
14 συ δε μενε εν οις εμαθες και επιστωθης ειδως παρα τινων εμαθες 
15 και οτι απο βρεφους [τα] ιερα γραμματα οιδας τα δυναμενα σε σοφισαι εις σωτηριαν δια πιστεως της εν χριστω ιησου 
16 πασα γραφη θεοπνευστος και ωφελιμος προς διδασκαλιαν προς ελεγμον προς επανορθωσιν προς παιδειαν την εν δικαιοσυνη 2 Pet 1:20
17 ινα αρτιος η ο του θεου ανθρωπος προς παν εργον αγαθον εξηρτισμενος 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle