Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παρακαλω ουν πρωτον παντων ποιεισθαι δεησεις προσευχας εντευξεις ευχαριστιας υπερ παντων ανθρωπων 
2 υπερ βασιλεων και παντων των εν υπεροχη οντων ινα ηρεμον και ησυχιον βιον διαγωμεν εν παση ευσεβεια και σεμνοτητι Jer 29:7
3 τουτο καλον και αποδεκτον ενωπιον του σωτηρος ημων θεου 
4 ος παντας ανθρωπους θελει σωθηναι και εις επιγνωσιν αληθειας ελθειν Ezek 18:23, 2 Pet 3:9
5 εις γαρ θεος εις και μεσιτης θεου και ανθρωπων ανθρωπος χριστος ιησους John 17:3, Rom 3:30, Gal 3:19, Heb 9:15
6 ο δους εαυτον αντιλυτρον υπερ παντων το μαρτυριον καιροις ιδιοις Matt 20:28, Eph 1:7, Col 1:14
7 εις ο ετεθην εγω κηρυξ και αποστολος αληθειαν λεγω ου ψευδομαι διδασκαλος εθνων εν πιστει και αληθεια Acts 9:15, Acts 13:2, Acts 22:21, Gal 1:16, Gal 2:8, Eph 3:8, 2 Tim 1:11, Rom 1:9, Rom 9:1
8 βουλομαι ουν προσευχεσθαι τους ανδρας εν παντι τοπω επαιροντας οσιους χειρας χωρις οργης και διαλογισμου John 4:21, Psa 134:2
9 ωσαυτως [και] γυναικας εν καταστολη κοσμιω μετα αιδους και σωφροσυνης κοσμειν εαυτας μη εν πλεγμασιν και χρυσιω η μαργαριταις η ιματισμω πολυτελει Tit 2:3, 1 Pet 3:3
10 αλλ ο πρεπει γυναιξιν επαγγελλομεναις θεοσεβειαν δι εργων αγαθων 
11 γυνη εν ησυχια μανθανετω εν παση υποταγη 
12 διδασκειν δε γυναικι ουκ επιτρεπω ουδε αυθεντειν ανδρος αλλ ειναι εν ησυχια 1 Cor 14:34, Gen 3:16, Eph 5:24
13 αδαμ γαρ πρωτος επλασθη ειτα ευα Gen 1:27, Gen 2:22
14 και αδαμ ουκ ηπατηθη η δε γυνη εξαπατηθεισα εν παραβασει γεγονεν Gen 3:6
15 σωθησεται δε δια της τεκνογονιας εαν μεινωσιν εν πιστει και αγαπη και αγιασμω μετα σωφροσυνης 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle