Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τουτου χαριν εγω παυλος ο δεσμιος του χριστου [ιησου] υπερ υμων των εθνων Acts 21:33, Eph 4:1, Phil 1:7, Phil 1:13, Phil 1:16, Col 4:3, 2 Tim 1:8, Philem 1:1
2 ει γε ηκουσατε την οικονομιαν της χαριτος του θεου της δοθεισης μοι εις υμας Rom 1:5, Eph 3:8, Acts 13:2
3 [οτι] κατα αποκαλυψιν εγνωρισθη μοι το μυστηριον καθως προεγραψα εν ολιγω Acts 22:17, Acts 22:21, Acts 26:16, Gal 1:11, Rom 16:25
4 προς ο δυνασθε αναγινωσκοντες νοησαι την συνεσιν μου εν τω μυστηριω του χριστου 
5 ο ετεραις γενεαις ουκ εγνωρισθη τοις υιοις των ανθρωπων ως νυν απεκαλυφθη τοις αγιοις αποστολοις αυτου και προφηταις εν πνευματι Acts 10:28
6 ειναι τα εθνη συγκληρονομα και συσσωμα και συμμετοχα της επαγγελιας εν χριστω ιησου δια του ευαγγελιου 
7 ου εγενηθην διακονος κατα την δωρεαν της χαριτος του θεου της δοθεισης μοι κατα την ενεργειαν της δυναμεως αυτου Eph 1:19, Col 2:12
8 εμοι τω ελαχιστοτερω παντων αγιων εδοθη η χαρις αυτη τοις εθνεσιν ευαγγελισασθαι το ανεξιχνιαστον πλουτος του χριστου 1 Cor 15:9, 1 Tim 1:15, Acts 9:15, Acts 13:2, Acts 22:21, Gal 1:16, Gal 2:8, 1 Tim 2:7, 2 Tim 1:11
9 και φωτισαι [παντας] τις η οικονομια του μυστηριου του αποκεκρυμμενου απο των αιωνων εν τω θεω τω τα παντα κτισαντι Rom 16:25, Eph 1:9, Col 1:26, 2 Tim 1:10, Tit 1:2, 1 Pet 1:20, Gen 1:3, Psa 33:6, John 1:3, Col 1:16, Heb 1:2
10 ινα γνωρισθη νυν ταις αρχαις και ταις εξουσιαις εν τοις επουρανιοις δια της εκκλησιας η πολυποικιλος σοφια του θεου 1 Pet 1:12
11 κατα προθεσιν των αιωνων ην εποιησεν εν τω χριστω ιησου τω κυριω ημων 
12 εν ω εχομεν την παρρησιαν και προσαγωγην εν πεποιθησει δια της πιστεως αυτου John 10:9, John 14:6, Rom 5:2, Eph 2:18, Heb 10:19
13 διο αιτουμαι μη εγκακειν εν ταις θλιψεσιν μου υπερ υμων ητις εστιν δοξα υμων Phil 1:14, 1 Thess 3:3, Col 1:24
14 τουτου χαριν καμπτω τα γονατα μου προς τον πατερα 
15 εξ ου πασα πατρια εν ουρανοις και επι γης ονομαζεται 
16 ινα δω υμιν κατα το πλουτος της δοξης αυτου δυναμει κραταιωθηναι δια του πνευματος αυτου εις τον εσω ανθρωπον Eph 6:10
17 κατοικησαι τον χριστον δια της πιστεως εν ταις καρδιαις υμων εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι Col 2:7
18 ινα εξισχυσητε καταλαβεσθαι συν πασιν τοις αγιοις τι το πλατος και μηκος και υψος και βαθος 
19 γνωναι τε την υπερβαλλουσαν της γνωσεως αγαπην του χριστου ινα πληρωθητε εις παν το πληρωμα του θεου 
20 τω δε δυναμενω υπερ παντα ποιησαι υπερεκπερισσου ων αιτουμεθα η νοουμεν κατα την δυναμιν την ενεργουμενην εν ημιν Rom 16:25
21 αυτω η δοξα εν τη εκκλησια και εν χριστω ιησου εις πασας τας γενεας του αιωνος των αιωνων αμην 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle