Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 συνεργουντες δε και παρακαλουμεν μη εις κενον την χαριν του θεου δεξασθαι υμας 1 Cor 3:9, Heb 12:15
2 λεγει γαρ καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι ιδου νυν καιρος ευπροσδεκτος ιδου νυν ημερα σωτηριας Isa 49:8
3 μηδεμιαν εν μηδενι διδοντες προσκοπην ινα μη μωμηθη η διακονια Rom 14:13, 1 Cor 10:32
4 αλλ εν παντι συνισταντες εαυτους ως θεου διακονοι εν υπομονη πολλη εν θλιψεσιν εν αναγκαις εν στενοχωριαις 1 Cor 4:1, 2 Cor 11:23
5 εν πληγαις εν φυλακαις εν ακαταστασιαις εν κοποις εν αγρυπνιαις εν νηστειαις 
6 εν αγνοτητι εν γνωσει εν μακροθυμια εν χρηστοτητι εν πνευματι αγιω εν αγαπη ανυποκριτω 
7 εν λογω αληθειας εν δυναμει θεου δια των οπλων της δικαιοσυνης των δεξιων και αριστερων 
8 δια δοξης και ατιμιας δια δυσφημιας και ευφημιας ως πλανοι και αληθεις 
9 ως αγνοουμενοι και επιγινωσκομενοι ως αποθνησκοντες και ιδου ζωμεν ως παιδευομενοι και μη θανατουμενοι Psa 118:18, Isa 26:19
10 ως λυπουμενοι αει δε χαιροντες ως πτωχοι πολλους δε πλουτιζοντες ως μηδεν εχοντες και παντα κατεχοντες 
11 το στομα ημων ανεωγεν προς υμας κορινθιοι η καρδια ημων πεπλατυνται 
12 ου στενοχωρεισθε εν ημιν στενοχωρεισθε δε εν τοις σπλαγχνοις υμων 
13 την δε αυτην αντιμισθιαν ως τεκνοις λεγω πλατυνθητε και υμεις 1 Cor 4:14
14 μη γινεσθε ετεροζυγουντες απιστοις τις γαρ μετοχη δικαιοσυνη και ανομια η τις κοινωνια φωτι προς σκοτος Deut 7:2, 1 Cor 5:9, 1 Sam 5:1, 1 Kin 8:21, 1 Cor 10:21, Eph 5:11
15 τις δε συμφωνησις χριστου προς βελιαρ η τις μερις πιστω μετα απιστου 
16 τις δε συγκαταθεσις ναω θεου μετα ειδωλων ημεις γαρ ναος θεου εσμεν ζωντος καθως ειπεν ο θεος οτι ενοικησω εν αυτοις και εμπεριπατησω και εσομαι αυτων θεος και αυτοι εσονται μου λαος 1 Cor 10:7, 1 Cor 10:14, 1 Cor 3:16, 1 Cor 6:19, Eph 2:21, Heb 3:6, 1 Pet 2:5, Ex 29:45, Lev 26:11, Ezek 37:26
17 διο εξελθατε εκ μεσου αυτων και αφορισθητε λεγει κυριος και ακαθαρτου μη απτεσθε καγω εισδεξομαι υμας Isa 52:11, Rev 18:4
18 και εσομαι υμιν εις πατερα και υμεις εσεσθε μοι εις υιους και θυγατερας λεγει κυριος παντοκρατωρ Jer 31:1


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle