Language
 Γλώσσα  
 The polytonic New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν γαλιλαίων ὧν τὸ αἷμα πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. 
2 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, δοκεῖτε ὅτι οἱ γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν; 
3 οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε. 
4 ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἰερουσαλήμ; 
5 οὐχί, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε. 
6 ἔλεγεν δὲ ταύτην τὴν παραβολήν: συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. 
7 εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, ἰδοὺ τρία ἔτη ἀφ' οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἔκκοψον [οὖν] αὐτήν: ἱνατί καὶ τὴν γῆν καταργεῖ; 
8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια: 
9 κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον _ εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν. 
10 ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. 
11 καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 
12 ἰδὼν δὲ αὐτὴν ὁ ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, 
13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας: καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 
14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι: ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. Ex 20:9, Deut 5:13, Ezek 20:12
15 ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν, ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; Ex 23:5, Deut 22:4, Luke 14:5
16 ταύτην δὲ θυγατέρα ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 
17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ' αὐτοῦ. 
18 ἔλεγεν οὖν, τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; Matt 13:31, Mark 4:30
19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. 
20 καὶ πάλιν εἶπεν, τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; Matt 13:33
21 ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ [ἐν]έκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. 
22 καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς ἱεροσόλυμα. Matt 9:35, Mark 6:6
23 εἶπεν δέ τις αὐτῷ, κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς, 
24 ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Matt 7:13
25 ἀφ' οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, κύριε, ἄνοιξον ἡμῖν: καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. Matt 25:11, Luke 6:46, Matt 25:12
26 τότε ἄρξεσθε λέγειν, ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας: 
27 καὶ ἐρεῖ λέγων ὑμῖν, οὐκ οἶδα [ὑμᾶσ] πόθεν ἐστέ: ἀπόστητε ἀπ' ἐμοῦ, πάντες ἐργάται ἀδικίας. Matt 7:23, Psa 6:8, Matt 25:12, Matt 25:41
28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. Matt 8:12, Matt 13:42, Matt 24:51, Matt 8:11
29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. Isa 2:2, Mal 1:11, Matt 8:11
30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι. Matt 19:30, Matt 20:16, Mark 10:31
31 ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες φαρισαῖοι λέγοντες αὐτῷ, ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι ἡρῴδης θέλει σε ἀποκτεῖναι. 
32 καὶ εἶπεν αὐτοῖς, πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. 
33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω ἰερουσαλήμ. 
34 ἰερουσαλὴμ ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Matt 23:37, Psa 17:8, Psa 91:4
35 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. λέγω [δὲ] ὑμῖν, οὐ μὴ ἴδητέ με ἕως [ἥξει ὅτε] εἴπητε, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Psa 69:25, Isa 1:7, Jer 7:34, Mic 3:12, Matt 23:38, Acts 1:20, Psa 118:26


Text in MS Word document format Other texts: Vamvas Νestle GRV wit variants