Language
 Γλώσσα  
 The polytonic New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν πιλάτῳ. Psa 2:2, Matt 27:1, Luke 22:66, Luke 23:1, John 18:28, Acts 3:13
2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ πιλᾶτος, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, σὺ λέγεις. Matt 27:11, Luke 23:3, John 18:33
3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. 
4 ὁ δὲ πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν. Matt 27:13, John 19:10
5 ὁ δὲ ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν πιλᾶτον. 
6 κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο. Matt 27:15, Luke 23:17, John 18:39
7 ἦν δὲ ὁ λεγόμενος βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Matt 27:16, Luke 23:19, John 18:40
8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς. 
9 ὁ δὲ πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων; 
10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 
11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν βαραββᾶν ἀπολύσῃ αὐτοῖς. Matt 27:20, Luke 23:18, John 18:40, Acts 3:14
12 ὁ δὲ πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, τί οὖν [θέλετε] ποιήσω [ὃν λέγετε] τὸν βασιλέα τῶν ἰουδαίων; 
13 οἱ δὲ πάλιν ἔκραξαν, σταύρωσον αὐτόν. 
14 ὁ δὲ πιλᾶτος ἔλεγεν αὐτοῖς, τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν, σταύρωσον αὐτόν. 
15 ὁ δὲ πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν, καὶ παρέδωκεν τὸν ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. Matt 27:26, John 19:1
16 οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. Matt 27:27, John 19:2
17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον: 
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, χαῖρε, βασιλεῦ τῶν ἰουδαίων: 
19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 
20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. 
21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα σίμωνα κυρηναῖον ἐρχόμενον ἀπ' ἀγροῦ, τὸν πατέρα ἀλεξάνδρου καὶ ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. Matt 27:32, Luke 23:26
22 καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν γολγοθᾶν τόπον, ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος. Matt 27:33, Luke 23:33, John 19:17
23 καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον, ὃς δὲ οὐκ ἔλαβεν. 
24 καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ' αὐτὰ τίς τί ἄρῃ. Matt 27:35, Luke 23:34, John 19:23, Psa 22:18
25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 
26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, ὁ βασιλεὺς τῶν ἰουδαίων. Matt 27:37, Luke 23:38, John 19:19
27 καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 
28 καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, Psa 22:7, Psa 69:20, Psa 109:25, Matt 27:39, Luke 23:35, John 2:19
29 σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ. 
30 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι: 
31 ὁ χριστὸς ὁ βασιλεὺς ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν. 
32 καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. Matt 27:45, Luke 23:44
33 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ, ελωι ελωι λεμα σαβαχθανι; ὅ ἐστιν μεθερμηνευόμενον ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; Psa 22:1, Matt 27:46
34 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, ἴδε ἠλίαν φωνεῖ. 
35 δραμὼν δέ τις [καὶ] γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων, ἄφετε ἴδωμεν εἰ ἔρχεται ἠλίας καθελεῖν αὐτόν. Psa 69:21, John 19:29
36 ὁ δὲ ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 
37 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ' ἄνωθεν ἕως κάτω. 2 Chr 3:14, Matt 27:51, Luke 23:45
38 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν. Matt 27:54, Luke 23:47
39 ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ ἰακώβου τοῦ μικροῦ καὶ ἰωσῆτος μήτηρ καὶ σαλώμη, Matt 27:55, Luke 23:49, Psa 38:11
40 αἳ ὅτε ἦν ἐν τῇ γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς ἱεροσόλυμα. Luke 8:2
41 καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάββατον, Matt 27:57, Luke 23:50, John 19:38
42 ἐλθὼν ἰωσὴφ [ὁ] ἀπὸ ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ. 
43 ὁ δὲ πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν: 
44 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ ἰωσήφ. 
45 καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Matt 12:40, Matt 26:12, Matt 27:60, Luke 23:53
46 ἡ δὲ μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται. 


Text in MS Word document format Other texts: Vamvas Νestle GRV wit variants