Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 οψε δε σαββατων τη επιφωσκουση εις μιαν σαββατων ηλθεν μαριαμ η μαγδαληνη και η αλλη μαρια θεωρησαι τον ταφον Mark 16:1, Luke 24:1, John 20:1
2 και ιδου σεισμος εγενετο μεγας αγγελος γαρ κυριου καταβας εξ ουρανου και προσελθων απεκυλισεν τον λιθον και εκαθητο επανω αυτου 
3 ην δε η ειδεα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χιων Dan 7:9, Acts 1:10
4 απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντες και εγενηθησαν ως νεκροι 
5 αποκριθεις δε ο αγγελος ειπεν ταις γυναιξιν μη φοβεισθε υμεις οιδα γαρ οτι ιησουν τον εσταυρωμενον ζητειτε Mark 16:6, Luke 24:4
6 ουκ εστιν ωδε ηγερθη γαρ καθως ειπεν δευτε ιδετε τον τοπον οπου εκειτο Matt 16:21, Matt 17:23, Matt 20:19, Mark 8:31, Mark 9:31, Mark 10:34, Luke 9:22, Luke 18:33, Luke 24:6
7 και ταχυ πορευθεισαι ειπατε τοις μαθηταις αυτου οτι ηγερθη απο των νεκρων και ιδου προαγει υμας εις την γαλιλαιαν εκει αυτον οψεσθε ιδου ειπον υμιν Matt 26:32, Mark 16:7
8 και απελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον απαγγειλαι τοις μαθηταις αυτου Mark 16:8, John 20:18
9 και ιδου ιησους υπηντησεν αυταις λεγων χαιρετε αι δε προσελθουσαι εκρατησαν αυτου τους ποδας και προσεκυνησαν αυτω Mark 16:9, John 20:14
10 τοτε λεγει αυταις ο ιησους μη φοβεισθε υπαγετε απαγγειλατε τοις αδελφοις μου ινα απελθωσιν εις την γαλιλαιαν κακει με οψονται Acts 1:3, Acts 13:31, 1 Cor 15:5
11 πορευομενων δε αυτων ιδου τινες της κουστωδιας ελθοντες εις την πολιν απηγγειλαν τοις αρχιερευσιν απαντα τα γενομενα 
12 και συναχθεντες μετα των πρεσβυτερων συμβουλιον τε λαβοντες αργυρια ικανα εδωκαν τοις στρατιωταις 
13 λεγοντες ειπατε οτι οι μαθηται αυτου νυκτος ελθοντες εκλεψαν αυτον ημων κοιμωμενων 
14 και εαν ακουσθη τουτο επι του ηγεμονος ημεις πεισομεν [αυτον] και υμας αμεριμνους ποιησομεν 
15 οι δε λαβοντες τα αργυρια εποιησαν ως εδιδαχθησαν και διεφημισθη ο λογος ουτος παρα ιουδαιοις μεχρι της σημερον [ημερας] 
16 οι δε ενδεκα μαθηται επορευθησαν εις την γαλιλαιαν εις το ορος ου εταξατο αυτοις ο ιησους Matt 26:32, Mark 14:28
17 και ιδοντες αυτον προσεκυνησαν οι δε εδιστασαν 
18 και προσελθων ο ιησους ελαλησεν αυτοις λεγων εδοθη μοι πασα εξουσια εν ουρανω και επι [της] γης Psa 8:7, Matt 11:27, Luke 10:22, John 3:35, John 17:2, 1 Cor 15:27, Eph 1:22, Heb 2:8
19 πορευθεντες ουν μαθητευσατε παντα τα εθνη βαπτιζοντες αυτους εις το ονομα του πατρος και του υιου και του αγιου πνευματος Mark 16:15, John 15:16
20 διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην υμιν και ιδου εγω μεθ υμων ειμι πασας τας ημερας εως της συντελειας του αιωνος John 14:18


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle