Language
 Γλώσσα  
 The Old Testament
 of Septuagint 
 Book   Chapter   Font
 size 

1 ως κηρος απο πυρος τηκεται και κατακαυσει πυρ τους υπεναντιους και φανερον εσται το ονομα κυριου εν τοις υπεναντιοις απο προσωπου σου εθνη ταραχθησονται 
2 οταν ποιης τα ενδοξα τρομος λημψεται απο σου ορη 
3 απο του αιωνος ουκ ηκουσαμεν ουδε οι οφθαλμοι ημων ειδον θεον πλην σου και τα εργα σου α ποιησεις τοις υπομενουσιν ελεον 
4 συναντησεται γαρ τοις ποιουσιν το δικαιον και των οδων σου μνησθησονται ιδου συ ωργισθης και ημεις ημαρτομεν δια τουτο επλανηθημεν Psa 31:18, 1 Cor 2:9
5 και εγενηθημεν ως ακαθαρτοι παντες ημεις ως ρακος αποκαθημενης πασα η δικαιοσυνη ημων και εξερρυημεν ως φυλλα δια τας ανομιας ημων ουτως ανεμος οισει ημας 
6 και ουκ εστιν ο επικαλουμενος το ονομα σου και ο μνησθεις αντιλαβεσθαι σου οτι απεστρεψας το προσωπον σου αφ' ημων και παρεδωκας ημας δια τας αμαρτιας ημων Psa 90:5
7 και νυν κυριε πατηρ ημων συ ημεις δε πηλος εργον των χειρων σου παντες 
8 μη οργιζου ημιν σφοδρα και μη εν καιρω μνησθης αμαρτιων ημων και νυν επιβλεψον οτι λαος σου παντες ημεις 
9 πολις του αγιου σου εγενηθη ερημος σιων ως ερημος εγενηθη ιερουσαλημ εις καταραν Psa 79:8
10 ο οικος το αγιον ημων και η δοξα ην ηυλογησαν οι πατερες ημων εγενηθη πυρικαυστος και παντα τα ενδοξα συνεπεσεν 
11 και επι πασι τουτοις ανεσχου κυριε και εσιωπησας και εταπεινωσας ημας σφοδρα 


Text in MS Word document format Other texts: Vamvas