Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:27  36  και καθημενοι ετηρουν αυτον εκει  27:36-43  15:29-32  23:35-37   
  39  οι δε παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων  27:36-43  15:29-32  23:35-37   
  40  και λεγοντες ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων σωσον σεαυτον ει υιος ει του θεου [και] καταβηθι απο του σταυρου  27:36-43  15:29-32  23:35-37   
  41  ομοιως και οι αρχιερεις εμπαιζοντες μετα των γραμματεων και πρεσβυτερων ελεγον  27:36-43  15:29-32  23:35-37   
  42  αλλους εσωσεν εαυτον ου δυναται σωσαι βασιλευς ισραηλ εστιν καταβατω νυν απο του σταυρου και πιστευσομεν επ αυτον  27:36-43  15:29-32  23:35-37   
  43  πεποιθεν επι τον θεον ρυσασθω νυν ει θελει αυτον ειπεν γαρ οτι θεου ειμι υιος  27:36-43  15:29-32  23:35-37   
Μάρκος:15  29  και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και οικοδομων εν τρισιν ημεραις  27:36-43  15:29-32  23:35-37   
  30  σωσον σεαυτον καταβας απο του σταυρου  27:36-43  15:29-32  23:35-37   
  31  ομοιως και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι  27:36-43  15:29-32  23:35-37   
  32  ο χριστος ο βασιλευς ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι συν αυτω ωνειδιζον αυτον  27:36-43  15:29-32  23:35-37   
Λουκάς:23  35  και ειστηκει ο λαος θεωρων εξεμυκτηριζον δε και οι αρχοντες λεγοντες αλλους εσωσεν σωσατω εαυτον ει ουτος εστιν ο χριστος του θεου ο εκλεκτος  27:36-43  15:29-32  23:35-37   
  36  ενεπαιξαν δε αυτω και οι στρατιωται προσερχομενοι οξος προσφεροντες αυτω  27:36-43  15:29-32  23:35-37   
  37  και λεγοντες ει συ ει ο βασιλευς των ιουδαιων σωσον σεαυτον  27:36-43  15:29-32  23:35-37