Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:27  16  ειχον δε τοτε δεσμιον επισημον λεγομενον [ιησουν] βαραββαν  27:16-25  15:9-14  23:18-23  18:6-99 
  17  συνηγμενων ουν αυτων ειπεν αυτοις ο πιλατος τινα θελετε απολυσω υμιν [ιησουν τον] βαραββαν η ιησουν τον λεγομενον χριστον  27:16-25  15:9-14  23:18-23  18:6-99 
  18  ηδει γαρ οτι δια φθονον παρεδωκαν αυτον  27:16-25  15:9-14  23:18-23  18:6-99 
  19  καθημενου δε αυτου επι του βηματος απεστειλεν προς αυτον η γυνη αυτου λεγουσα μηδεν σοι και τω δικαιω εκεινω πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον  27:16-25  15:9-14  23:18-23  18:6-99 
  20  οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους ινα αιτησωνται τον βαραββαν τον δε ιησουν απολεσωσιν  27:16-25  15:9-14  23:18-23  18:6-99 
  21  αποκριθεις δε ο ηγεμων ειπεν αυτοις τινα θελετε απο των δυο απολυσω υμιν οι δε ειπαν τον βαραββαν  27:16-25  15:9-14  23:18-23  18:6-99 
  22  λεγει αυτοις ο πιλατος τι ουν ποιησω ιησουν τον λεγομενον χριστον λεγουσιν παντες σταυρωθητω  27:16-25  15:9-14  23:18-23  18:6-99 
  23  ο δε εφη τι γαρ κακον εποιησεν οι δε περισσως εκραζον λεγοντες σταυρωθητω  27:16-25  15:9-14  23:18-23  18:6-99 
  24  ιδων δε ο πιλατος οτι ουδεν ωφελει αλλα μαλλον θορυβος γινεται λαβων υδωρ απενιψατο τας χειρας απεναντι του οχλου λεγων αθωος ειμι απο του αιματος τουτου υμεις οψεσθε  27:16-25  15:9-14  23:18-23  18:6-99 
  25  και αποκριθεις πας ο λαος ειπεν το αιμα αυτου εφ ημας και επι τα τεκνα ημων  27:16-25  15:9-14  23:18-23  18:6-99 
Μάρκος:15  ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων  27:16-25  15:9-14  23:18-23  18:6-99 
  10  εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις  27:16-25  15:9-14  23:18-23  18:6-99 
  11  οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις  27:16-25  15:9-14  23:18-23  18:6-99 
  12  ο δε πιλατος παλιν αποκριθεις ελεγεν αυτοις τι ουν [θελετε] ποιησω [ον λεγετε] τον βασιλεα των ιουδαιων  27:16-25  15:9-14  23:18-23  18:6-99 
  13  οι δε παλιν εκραξαν σταυρωσον αυτον  27:16-25  15:9-14  23:18-23  18:6-99 
  14  ο δε πιλατος ελεγεν αυτοις τι γαρ εποιησεν κακον οι δε περισσως εκραξαν σταυρωσον αυτον  27:16-25  15:9-14  23:18-23  18:6-99 
Λουκάς:23  18  ανεκραγον δε παμπληθει λεγοντες αιρε τουτον απολυσον δε ημιν τον βαραββαν  27:16-25  15:9-14  23:18-23  18:6-99 
  19  οστις ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βληθεις εν τη φυλακη  27:16-25  15:9-14  23:18-23  18:6-99 
  20  παλιν δε ο πιλατος προσεφωνησεν αυτοις θελων απολυσαι τον ιησουν  27:16-25  15:9-14  23:18-23  18:6-99 
  21  οι δε επεφωνουν λεγοντες σταυρου σταυρου αυτον  27:16-25  15:9-14  23:18-23  18:6-99 
  22  ο δε τριτον ειπεν προς αυτους τι γαρ κακον εποιησεν ουτος ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσας ουν αυτον απολυσω  27:16-25  15:9-14  23:18-23  18:6-99 
  23  οι δε επεκειντο φωναις μεγαλαις αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων  27:16-25  15:9-14  23:18-23  18:6-99 
Ιωάννης:18  40  εκραυγασαν ουν παλιν λεγοντες μη τουτον αλλα τον βαραββαν ην δε ο βαραββας ληστης  27:16-25  15:9-14  23:18-23  18:6-99 
  οτε ουν ειδον αυτον οι αρχιερεις και οι υπηρεται εκραυγασαν λεγοντες σταυρωσον σταυρωσον λεγει αυτοις ο πιλατος λαβετε αυτον υμεις και σταυρωσατε εγω γαρ ουχ ευρισκω εν αυτω αιτιαν  27:16-25  15:9-14  23:18-23  18:6-99 
  απεκριθησαν αυτω οι ιουδαιοι ημεις νομον εχομεν και κατα τον νομον οφειλει αποθανειν οτι υιον θεου εαυτον εποιησεν  27:16-25  15:9-14  23:18-23  18:6-99 
  οτε ουν ηκουσεν ο πιλατος τουτον τον λογον μαλλον εφοβηθη  27:16-25  15:9-14  23:18-23  18:6-99 
  και εισηλθεν εις το πραιτωριον παλιν και λεγει τω ιησου ποθεν ει συ ο δε ιησους αποκρισιν ουκ εδωκεν αυτω  27:16-25  15:9-14  23:18-23  18:6-99 
  10  λεγει ουν αυτω ο πιλατος εμοι ου λαλεις ουκ οιδας οτι εξουσιαν εχω απολυσαι σε και εξουσιαν εχω σταυρωσαι σε  27:16-25  15:9-14  23:18-23  18:6-99 
  11  απεκριθη [αυτω] ιησους ουκ ειχες εξουσιαν κατ εμου ουδεμιαν ει μη ην δεδομενον σοι ανωθεν δια τουτο ο παραδους με σοι μειζονα αμαρτιαν εχει  27:16-25  15:9-14  23:18-23  18:6-99 
  12  εκ τουτου ο πιλατος εζητει απολυσαι αυτον οι δε ιουδαιοι εκραυγασαν λεγοντες εαν τουτον απολυσης ουκ ει φιλος του καισαρος πας ο βασιλεα εαυτον ποιων αντιλεγει τω καισαρι  27:16-25  15:9-14  23:18-23  18:6-99 
  13  ο ουν πιλατος ακουσας των λογων τουτων ηγαγεν εξω τον ιησουν και εκαθισεν επι βηματος εις τοπον λεγομενον λιθοστρωτον εβραιστι δε γαββαθα  27:16-25  15:9-14  23:18-23  18:6-99 
  14  ην δε παρασκευη του πασχα ωρα ην ως εκτη και λεγει τοις ιουδαιοις ιδε ο βασιλευς υμων  27:16-25  15:9-14  23:18-23  18:6-99 
  15  εκραυγασαν ουν εκεινοι αρον αρον σταυρωσον αυτον λεγει αυτοις ο πιλατος τον βασιλεα υμων σταυρωσω απεκριθησαν οι αρχιερεις ουκ εχομεν βασιλεα ει μη καισαρα  27:16-25  15:9-14  23:18-23  18:6-99