Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:23  πιλατος δε ακουσας επηρωτησεν ει ο ανθρωπος γαλιλαιος εστιν      23:6-12   
  και επιγνους οτι εκ της εξουσιας ηρωδου εστιν ανεπεμψεν αυτον προς ηρωδην οντα και αυτον εν ιεροσολυμοις εν ταυταις ταις ημεραις      23:6-12   
  ο δε ηρωδης ιδων τον ιησουν εχαρη λιαν ην γαρ εξ ικανων χρονων θελων ιδειν αυτον δια το ακουειν περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον      23:6-12   
  επηρωτα δε αυτον εν λογοις ικανοις αυτος δε ουδεν απεκρινατο αυτω      23:6-12   
  10  ειστηκεισαν δε οι αρχιερεις και οι γραμματεις ευτονως κατηγορουντες αυτου      23:6-12   
  11  εξουθενησας δε αυτον [και] ο ηρωδης συν τοις στρατευμασιν αυτου και εμπαιξας περιβαλων εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω      23:6-12   
  12  εγενοντο δε φιλοι ο τε ηρωδης και ο πιλατος εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντες προς αυτους      23:6-12