Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:22  24  εγενετο δε και φιλονεικια εν αυτοις το τις αυτων δοκει ειναι μειζων      22:24-30   
  25  ο δε ειπεν αυτοις οι βασιλεις των εθνων κυριευουσιν αυτων και οι εξουσιαζοντες αυτων ευεργεται καλουνται      22:24-30   
  26  υμεις δε ουχ ουτως αλλ ο μειζων εν υμιν γινεσθω ως ο νεωτερος και ο ηγουμενος ως ο διακονων      22:24-30   
  27  τις γαρ μειζων ο ανακειμενος η ο διακονων ουχι ο ανακειμενος εγω δε εν μεσω υμων ειμι ως ο διακονων      22:24-30   
  28  υμεις δε εστε οι διαμεμενηκοτες μετ εμου εν τοις πειρασμοις μου      22:24-30   
  29  καγω διατιθεμαι υμιν καθως διεθετο μοι ο πατηρ μου βασιλειαν      22:24-30   
  30  ινα εσθητε και πινητε επι της τραπεζης μου εν τη βασιλεια μου και καθησεσθε επι θρονων τας δωδεκα φυλας κρινοντες του ισραηλ      22:24-30