Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:22  41  συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους  22:41-44  12:35-36  20:41-43   
  42  λεγων τι υμιν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαυιδ  22:41-44  12:35-36  20:41-43   
  43  λεγει αυτοις πως ουν δαυιδ εν πνευματι καλει αυτον κυριον λεγων  22:41-44  12:35-36  20:41-43   
  44  ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου  22:41-44  12:35-36  20:41-43   
Μάρκος:12  35  και αποκριθεις ο ιησους ελεγεν διδασκων εν τω ιερω πως λεγουσιν οι γραμματεις οτι ο χριστος υιος δαυιδ εστιν  22:41-44  12:35-36  20:41-43   
  36  αυτος δαυιδ ειπεν εν τω πνευματι τω αγιω ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου  22:41-44  12:35-36  20:41-43   
Λουκάς:20  41  ειπεν δε προς αυτους πως λεγουσιν τον χριστον ειναι δαυιδ υιον  22:41-44  12:35-36  20:41-43   
  42  αυτος γαρ δαυιδ λεγει εν βιβλω ψαλμων ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου  22:41-44  12:35-36  20:41-43   
  43  εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου  22:41-44  12:35-36  20:41-43