Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:11  37  εν δε τω λαλησαι ερωτα αυτον φαρισαιος οπως αριστηση παρ αυτω εισελθων δε ανεπεσεν      11:37-54   
  38  ο δε φαρισαιος ιδων εθαυμασεν οτι ου πρωτον εβαπτισθη προ του αριστου      11:37-54   
  39  ειπεν δε ο κυριος προς αυτον νυν υμεις οι φαρισαιοι το εξωθεν του ποτηριου και του πινακος καθαριζετε το δε εσωθεν υμων γεμει αρπαγης και πονηριας      11:37-54   
  40  αφρονες ουχ ο ποιησας το εξωθεν και το εσωθεν εποιησεν      11:37-54   
  41  πλην τα ενοντα δοτε ελεημοσυνην και ιδου παντα καθαρα υμιν εστιν      11:37-54   
  42  αλλα ουαι υμιν τοις φαρισαιοις οτι αποδεκατουτε το ηδυοσμον και το πηγανον και παν λαχανον και παρερχεσθε την κρισιν και την αγαπην του θεου ταυτα δε εδει ποιησαι κακεινα μη παρειναι      11:37-54   
  43  ουαι υμιν τοις φαρισαιοις οτι αγαπατε την πρωτοκαθεδριαν εν ταις συναγωγαις και τους ασπασμους εν ταις αγοραις      11:37-54   
  44  ουαι υμιν οτι εστε ως τα μνημεια τα αδηλα και οι ανθρωποι [οι] περιπατουντες επανω ουκ οιδασιν      11:37-54   
  45  αποκριθεις δε τις των νομικων λεγει αυτω διδασκαλε ταυτα λεγων και ημας υβριζεις      11:37-54   
  46  ο δε ειπεν και υμιν τοις νομικοις ουαι οτι φορτιζετε τους ανθρωπους φορτια δυσβαστακτα και αυτοι ενι των δακτυλων υμων ου προσψαυετε τοις φορτιοις      11:37-54   
  47  ουαι υμιν οτι οικοδομειτε τα μνημεια των προφητων οι δε πατερες υμων απεκτειναν αυτους      11:37-54   
  48  αρα μαρτυρες εστε και συνευδοκειτε τοις εργοις των πατερων υμων οτι αυτοι μεν απεκτειναν αυτους υμεις δε οικοδομειτε      11:37-54   
  49  δια τουτο και η σοφια του θεου ειπεν αποστελω εις αυτους προφητας και αποστολους και εξ αυτων αποκτενουσιν και διωξουσιν      11:37-54   
  50  ινα εκζητηθη το αιμα παντων των προφητων το εκκεχυμενον απο καταβολης κοσμου απο της γενεας ταυτης      11:37-54   
  51  απο αιματος αβελ εως αιματος ζαχαριου του απολομενου μεταξυ του θυσιαστηριου και του οικου ναι λεγω υμιν εκζητηθησεται απο της γενεας ταυτης      11:37-54   
  52  ουαι υμιν τοις νομικοις οτι ηρατε την κλειδα της γνωσεως αυτοι ουκ εισηλθατε και τους εισερχομενους εκωλυσατε      11:37-54   
  53  κακειθεν εξελθοντος αυτου ηρξαντο οι γραμματεις και οι φαρισαιοι δεινως ενεχειν και αποστοματιζειν αυτον περι πλειονων      11:37-54   
  54  ενεδρευοντες αυτον θηρευσαι τι εκ του στοματος αυτου      11:37-54