Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:17  14  και ελθοντων προς τον οχλον προσηλθεν αυτω ανθρωπος γονυπετων αυτον  17:14-16  9:14-18  9:37-40   
  15  και λεγων κυριε ελεησον μου τον υιον οτι σεληνιαζεται και κακως πασχει πολλακις γαρ πιπτει εις το πυρ και πολλακις εις το υδωρ  17:14-16  9:14-18  9:37-40   
  16  και προσηνεγκα αυτον τοις μαθηταις σου και ουκ ηδυνηθησαν αυτον θεραπευσαι  17:14-16  9:14-18  9:37-40   
Μάρκος:9  14  και ελθοντες προς τους μαθητας ειδον οχλον πολυν περι αυτους και γραμματεις συζητουντας προς αυτους  17:14-16  9:14-18  9:37-40   
  15  και ευθυς πας ο οχλος ιδοντες αυτον εξεθαμβηθησαν και προστρεχοντες ησπαζοντο αυτον  17:14-16  9:14-18  9:37-40   
  16  και επηρωτησεν αυτους τι συζητειτε προς αυτους  17:14-16  9:14-18  9:37-40   
  17  και απεκριθη αυτω εις εκ του οχλου διδασκαλε ηνεγκα τον υιον μου προς σε εχοντα πνευμα αλαλον  17:14-16  9:14-18  9:37-40   
  18  και οπου εαν αυτον καταλαβη ρησσει αυτον και αφριζει και τριζει τους οδοντας και ξηραινεται και ειπα τοις μαθηταις σου ινα αυτο εκβαλωσιν και ουκ ισχυσαν  17:14-16  9:14-18  9:37-40   
Λουκάς:9  37  εγενετο δε τη εξης ημερα κατελθοντων αυτων απο του ορους συνηντησεν αυτω οχλος πολυς  17:14-16  9:14-18  9:37-40   
  38  και ιδου ανηρ απο του οχλου εβοησεν λεγων διδασκαλε δεομαι σου επιβλεψαι επι τον υιον μου οτι μονογενης μοι εστιν  17:14-16  9:14-18  9:37-40   
  39  και ιδου πνευμα λαμβανει αυτον και εξαιφνης κραζει και σπαρασσει αυτον μετα αφρου και μογις αποχωρει απ αυτου συντριβον αυτον  17:14-16  9:14-18  9:37-40   
  40  και εδεηθην των μαθητων σου ινα εκβαλωσιν αυτο και ουκ ηδυνηθησαν  17:14-16  9:14-18  9:37-40