Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:15  29  και μεταβας εκειθεν ο ιησους ηλθεν παρα την θαλασσαν της γαλιλαιας και αναβας εις το ορος εκαθητο εκει  15:29-30  7:31-35     
  30  και προσηλθον αυτω οχλοι πολλοι εχοντες μεθ εαυτων χωλους τυφλους κυλλους κωφους και ετερους πολλους και ερριψαν αυτους παρα τους ποδας αυτου και εθεραπευσεν αυτους  15:29-30  7:31-35     
Μάρκος:7  31  και παλιν εξελθων εκ των οριων τυρου ηλθεν δια σιδωνος εις την θαλασσαν της γαλιλαιας ανα μεσον των οριων δεκαπολεως  15:29-30  7:31-35     
  32  και φερουσιν αυτω κωφον και μογιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα  15:29-30  7:31-35     
  33  και απολαβομενος αυτον απο του οχλου κατ ιδιαν εβαλεν τους δακτυλους αυτου εις τα ωτα αυτου και πτυσας ηψατο της γλωσσης αυτου  15:29-30  7:31-35     
  34  και αναβλεψας εις τον ουρανον εστεναξεν και λεγει αυτω εφφαθα ο εστιν διανοιχθητι  15:29-30  7:31-35     
  35  και [ευθεως] ηνοιγησαν αυτου αι ακοαι και ελυθη ο δεσμος της γλωσσης αυτου και ελαλει ορθως  15:29-30  7:31-35