Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:15  21  και εξελθων εκειθεν ο ιησους ανεχωρησεν εις τα μερη τυρου και σιδωνος  15:21-25  7:24-26     
  22  και ιδου γυνη χαναναια απο των οριων εκεινων εξελθουσα εκραζεν λεγουσα ελεησον με κυριε υιος δαυιδ η θυγατηρ μου κακως δαιμονιζεται  15:21-25  7:24-26     
  23  ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντες οι μαθηται αυτου ηρωτουν αυτον λεγοντες απολυσον αυτην οτι κραζει οπισθεν ημων  15:21-25  7:24-26     
  24  ο δε αποκριθεις ειπεν ουκ απεσταλην ει μη εις τα προβατα τα απολωλοτα οικου ισραηλ  15:21-25  7:24-26     
  25  η δε ελθουσα προσεκυνει αυτω λεγουσα κυριε βοηθει μοι  15:21-25  7:24-26     
Μάρκος:7  24  εκειθεν δε αναστας απηλθεν εις τα ορια τυρου και εισελθων εις οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνηθη λαθειν  15:21-25  7:24-26     
  25  αλλ ευθυς ακουσασα γυνη περι αυτου ης ειχεν το θυγατριον αυτης πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προς τους ποδας αυτου  15:21-25  7:24-26     
  26  η δε γυνη ην ελληνις συροφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ της θυγατρος αυτης  15:21-25  7:24-26