Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:14  34  και διαπερασαντες ηλθον επι την γην εις γεννησαρετ  14:34-36  6:53-56     
  35  και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντας τους κακως εχοντας  14:34-36  6:53-56     
  36  και παρεκαλουν αυτον ινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν  14:34-36  6:53-56     
Μάρκος:6  53  και διαπερασαντες επι την γην ηλθον εις γεννησαρετ και προσωρμισθησαν  14:34-36  6:53-56     
  54  και εξελθοντων αυτων εκ του πλοιου ευθυς επιγνοντες αυτον  14:34-36  6:53-56     
  55  περιεδραμον ολην την χωραν εκεινην και ηρξαντο επι τοις κραβαττοις τους κακως εχοντας περιφερειν οπου ηκουον οτι εστιν  14:34-36  6:53-56     
  56  και οπου αν εισεπορευετο εις κωμας η εις πολεις η εις αγρους εν ταις αγοραις ετιθεσαν τους ασθενουντας και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι αν ηψαντο αυτου εσωζοντο  14:34-36  6:53-56