Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:14  19  και κελευσας τους οχλους ανακλιθηναι επι του χορτου λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κλασας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις  14:19-21  6:39-44  9:15-17  6:10-13 
  20  και εφαγον παντες και εχορτασθησαν και ηραν το περισσευον των κλασματων δωδεκα κοφινους πληρεις  14:19-21  6:39-44  9:15-17  6:10-13 
  21  οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων  14:19-21  6:39-44  9:15-17  6:10-13 
Μάρκος:6  39  και επεταξεν αυτοις ανακλιναι παντας συμποσια συμποσια επι τω χλωρω χορτω  14:19-21  6:39-44  9:15-17  6:10-13 
  40  και ανεπεσαν πρασιαι πρασιαι κατα εκατον και κατα πεντηκοντα  14:19-21  6:39-44  9:15-17  6:10-13 
  41  και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κατεκλασεν τους αρτους και εδιδου τοις μαθηταις [αυτου] ινα παρατιθωσιν αυτοις και τους δυο ιχθυας εμερισεν πασιν  14:19-21  6:39-44  9:15-17  6:10-13 
  42  και εφαγον παντες και εχορτασθησαν  14:19-21  6:39-44  9:15-17  6:10-13 
  43  και ηραν κλασματα δωδεκα κοφινων πληρωματα και απο των ιχθυων  14:19-21  6:39-44  9:15-17  6:10-13 
  44  και ησαν οι φαγοντες [τους αρτους] πεντακισχιλιοι ανδρες  14:19-21  6:39-44  9:15-17  6:10-13 
Λουκάς:9  15  και εποιησαν ουτως και κατεκλιναν απαντας  14:19-21  6:39-44  9:15-17  6:10-13 
  16  λαβων δε τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν αυτους και κατεκλασεν και εδιδου τοις μαθηταις παραθειναι τω οχλω  14:19-21  6:39-44  9:15-17  6:10-13 
  17  και εφαγον και εχορτασθησαν παντες και ηρθη το περισσευσαν αυτοις κλασματων κοφινοι δωδεκα  14:19-21  6:39-44  9:15-17  6:10-13 
Ιωάννης:6  10  ειπεν ο ιησους ποιησατε τους ανθρωπους αναπεσειν ην δε χορτος πολυς εν τω τοπω ανεπεσαν ουν οι ανδρες τον αριθμον ως πεντακισχιλιοι  14:19-21  6:39-44  9:15-17  6:10-13 
  11  ελαβεν ουν τους αρτους ο ιησους και ευχαριστησας διεδωκεν τοις ανακειμενοις ομοιως και εκ των οψαριων οσον ηθελον  14:19-21  6:39-44  9:15-17  6:10-13 
  12  ως δε ενεπλησθησαν λεγει τοις μαθηταις αυτου συναγαγετε τα περισσευσαντα κλασματα ινα μη τι αποληται  14:19-21  6:39-44  9:15-17  6:10-13 
  13  συνηγαγον ουν και εγεμισαν δωδεκα κοφινους κλασματων εκ των πεντε αρτων των κριθινων α επερισσευσαν τοις βεβρωκοσιν  14:19-21  6:39-44  9:15-17  6:10-13