Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:9  20  και ιδου γυνη αιμορροουσα δωδεκα ετη προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου  9:20-21  5:25-33  8:43-47   
  21  ελεγεν γαρ εν εαυτη εαν μονον αψωμαι του ιματιου αυτου σωθησομαι  9:20-21  5:25-33  8:43-47   
Μάρκος:5  25  και γυνη ουσα εν ρυσει αιματος δωδεκα ετη  9:20-21  5:25-33  8:43-47   
  26  και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα τα παρ αυτης παντα και μηδεν ωφεληθεισα αλλα μαλλον εις το χειρον ελθουσα  9:20-21  5:25-33  8:43-47   
  27  ακουσασα περι του ιησου ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματιου αυτου  9:20-21  5:25-33  8:43-47   
  28  ελεγεν γαρ οτι εαν αψωμαι καν των ιματιων αυτου σωθησομαι  9:20-21  5:25-33  8:43-47   
  29  και ευθυς εξηρανθη η πηγη του αιματος αυτης και εγνω τω σωματι οτι ιαται απο της μαστιγος  9:20-21  5:25-33  8:43-47   
  30  και ευθυς ο ιησους επιγνους εν εαυτω την εξ αυτου δυναμιν εξελθουσαν επιστραφεις εν τω οχλω ελεγεν τις μου ηψατο των ιματιων  9:20-21  5:25-33  8:43-47   
  31  και ελεγον αυτω οι μαθηται αυτου βλεπεις τον οχλον συνθλιβοντα σε και λεγεις τις μου ηψατο  9:20-21  5:25-33  8:43-47   
  32  και περιεβλεπετο ιδειν την τουτο ποιησασαν  9:20-21  5:25-33  8:43-47   
  33  η δε γυνη φοβηθεισα και τρεμουσα ειδυια ο γεγονεν αυτη ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν  9:20-21  5:25-33  8:43-47   
Λουκάς:8  43  και γυνη ουσα εν ρυσει αιματος απο ετων δωδεκα ητις [ιατροις προσαναλωσασα ολον τον βιον] ουκ ισχυσεν απ ουδενος θεραπευθηναι  9:20-21  5:25-33  8:43-47   
  44  προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου και παραχρημα εστη η ρυσις του αιματος αυτης  9:20-21  5:25-33  8:43-47   
  45  και ειπεν ο ιησους τις ο αψαμενος μου αρνουμενων δε παντων ειπεν ο πετρος επιστατα οι οχλοι συνεχουσιν σε και αποθλιβουσιν  9:20-21  5:25-33  8:43-47   
  46  ο δε ιησους ειπεν ηψατο μου τις εγω γαρ εγνων δυναμιν εξεληλυθυιαν απ εμου  9:20-21  5:25-33  8:43-47   
  47  ιδουσα δε η γυνη οτι ουκ ελαθεν τρεμουσα ηλθεν και προσπεσουσα αυτω δι ην αιτιαν ηψατο αυτου απηγγειλεν ενωπιον παντος του λαου και ως ιαθη παραχρημα  9:20-21  5:25-33  8:43-47