Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:8  33  οι δε βοσκοντες εφυγον και απελθοντες εις την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων  8:33-34  5:14-20  8:34-39   
  34  και ιδου πασα η πολις εξηλθεν εις υπαντησιν τω ιησου και ιδοντες αυτον παρεκαλεσαν οπως μεταβη απο των οριων αυτων  8:33-34  5:14-20  8:34-39   
Μάρκος:5  14  και οι βοσκοντες αυτους εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους και ηλθον ιδειν τι εστιν το γεγονος  8:33-34  5:14-20  8:34-39   
  15  και ερχονται προς τον ιησουν και θεωρουσιν τον δαιμονιζομενον καθημενον ιματισμενον και σωφρονουντα τον εσχηκοτα τον λεγιωνα και εφοβηθησαν  8:33-34  5:14-20  8:34-39   
  16  και διηγησαντο αυτοις οι ιδοντες πως εγενετο τω δαιμονιζομενω και περι των χοιρων  8:33-34  5:14-20  8:34-39   
  17  και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων  8:33-34  5:14-20  8:34-39   
  18  και εμβαινοντος αυτου εις το πλοιον παρεκαλει αυτον ο δαιμονισθεις ινα μετ αυτου η  8:33-34  5:14-20  8:34-39   
  19  και ουκ αφηκεν αυτον αλλα λεγει αυτω υπαγε εις τον οικον σου προς τους σους και απαγγειλον αυτοις οσα ο κυριος σοι πεποιηκεν και ηλεησεν σε  8:33-34  5:14-20  8:34-39   
  20  και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησους και παντες εθαυμαζον  8:33-34  5:14-20  8:34-39   
Λουκάς:8  34  ιδοντες δε οι βοσκοντες το γεγονος εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους  8:33-34  5:14-20  8:34-39   
  35  εξηλθον δε ιδειν το γεγονος και ηλθον προς τον ιησουν και ευρον καθημενον τον ανθρωπον αφ ου τα δαιμονια εξηλθεν ιματισμενον και σωφρονουντα παρα τους ποδας του ιησου και εφοβηθησαν  8:33-34  5:14-20  8:34-39   
  36  απηγγειλαν δε αυτοις οι ιδοντες πως εσωθη ο δαιμονισθεις  8:33-34  5:14-20  8:34-39   
  37  και ηρωτησεν αυτον απαν το πληθος της περιχωρου των γερασηνων απελθειν απ αυτων οτι φοβω μεγαλω συνειχοντο αυτος δε εμβας εις πλοιον υπεστρεψεν  8:33-34  5:14-20  8:34-39   
  38  εδειτο δε αυτου ο ανηρ αφ ου εξεληλυθει τα δαιμονια ειναι συν αυτω απελυσεν δε αυτον λεγων  8:33-34  5:14-20  8:34-39   
  39  υποστρεφε εις τον οικον σου και διηγου οσα σοι εποιησεν ο θεος και απηλθεν καθ ολην την πολιν κηρυσσων οσα εποιησεν αυτω ο ιησους  8:33-34  5:14-20  8:34-39