Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:2  του δε ιησου γεννηθεντος εν βηθλεεμ της ιουδαιας εν ημεραις ηρωδου του βασιλεως ιδου μαγοι απο ανατολων παρεγενοντο εις ιεροσολυμα  2:1-12       
  λεγοντες που εστιν ο τεχθεις βασιλευς των ιουδαιων ειδομεν γαρ αυτου τον αστερα εν τη ανατολη και ηλθομεν προσκυνησαι αυτω  2:1-12       
  ακουσας δε ο βασιλευς ηρωδης εταραχθη και πασα ιεροσολυμα μετ αυτου  2:1-12       
  και συναγαγων παντας τους αρχιερεις και γραμματεις του λαου επυνθανετο παρ αυτων που ο χριστος γενναται  2:1-12       
  οι δε ειπαν αυτω εν βηθλεεμ της ιουδαιας ουτως γαρ γεγραπται δια του προφητου  2:1-12       
  και συ βηθλεεμ γη ιουδα ουδαμως ελαχιστη ει εν τοις ηγεμοσιν ιουδα εκ σου γαρ εξελευσεται ηγουμενος οστις ποιμανει τον λαον μου τον ισραηλ  2:1-12       
  τοτε ηρωδης λαθρα καλεσας τους μαγους ηκριβωσεν παρ αυτων τον χρονον του φαινομενου αστερος  2:1-12       
  και πεμψας αυτους εις βηθλεεμ ειπεν πορευθεντες εξετασατε ακριβως περι του παιδιου επαν δε ευρητε απαγγειλατε μοι οπως καγω ελθων προσκυνησω αυτω  2:1-12       
  οι δε ακουσαντες του βασιλεως επορευθησαν και ιδου ο αστηρ ον ειδον εν τη ανατολη προηγεν αυτους εως ελθων εσταθη επανω ου ην το παιδιον  2:1-12       
  10  ιδοντες δε τον αστερα εχαρησαν χαραν μεγαλην σφοδρα  2:1-12       
  11  και ελθοντες εις την οικιαν ειδον το παιδιον μετα μαριας της μητρος αυτου και πεσοντες προσεκυνησαν αυτω και ανοιξαντες τους θησαυρους αυτων προσηνεγκαν αυτω δωρα χρυσον και λιβανον και σμυρναν  2:1-12       
  12  και χρηματισθεντες κατ οναρ μη ανακαμψαι προς ηρωδην δι αλλης οδου ανεχωρησαν εις την χωραν αυτων  2:1-12