Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:2  22  και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτων κατα τον νομον μωυσεως ανηγαγον αυτον εις ιεροσολυμα παραστησαι τω κυριω      2:22-38   
  23  καθως γεγραπται εν νομω κυριου οτι παν αρσεν διανοιγον μητραν αγιον τω κυριω κληθησεται      2:22-38   
  24  και του δουναι θυσιαν κατα το ειρημενον εν τω νομω κυριου ζευγος τρυγονων η δυο νοσσους περιστερων      2:22-38   
  25  και ιδου ανθρωπος ην εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωπος ουτος δικαιος και ευλαβης προσδεχομενος παρακλησιν του ισραηλ και πνευμα ην αγιον επ αυτον      2:22-38   
  26  και ην αυτω κεχρηματισμενον υπο του πνευματος του αγιου μη ιδειν θανατον πριν [η] αν ιδη τον χριστον κυριου      2:22-38   
  27  και ηλθεν εν τω πνευματι εις το ιερον και εν τω εισαγαγειν τους γονεις το παιδιον ιησουν του ποιησαι αυτους κατα το ειθισμενον του νομου περι αυτου      2:22-38   
  28  και αυτος εδεξατο αυτο εις τας αγκαλας και ευλογησεν τον θεον και ειπεν      2:22-38   
  29  νυν απολυεις τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη      2:22-38   
  30  οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου      2:22-38   
  31  ο ητοιμασας κατα προσωπον παντων των λαων      2:22-38   
  32  φως εις αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ      2:22-38   
  33  και ην ο πατηρ αυτου και η μητηρ θαυμαζοντες επι τοις λαλουμενοις περι αυτου      2:22-38   
  34  και ευλογησεν αυτους συμεων και ειπεν προς μαριαμ την μητερα αυτου ιδου ουτος κειται εις πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εις σημειον αντιλεγομενον      2:22-38   
  35  και σου [δε] αυτης την ψυχην διελευσεται ρομφαια οπως αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι      2:22-38   
  36  και ην αννα προφητις θυγατηρ φανουηλ εκ φυλης ασηρ αυτη προβεβηκυια εν ημεραις πολλαις ζησασα μετα ανδρος ετη επτα απο της παρθενιας αυτης      2:22-38   
  37  και αυτη χηρα εως ετων ογδοηκοντα τεσσαρων η ουκ αφιστατο του ιερου νηστειαις και δεησεσιν λατρευουσα νυκτα και ημεραν      2:22-38   
  38  και αυτη τη ωρα επιστασα ανθωμολογειτο τω θεω και ελαλει περι αυτου πασιν τοις προσδεχομενοις λυτρωσιν ιερουσαλημ      2:22-38