Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:1  57  τη δε ελισαβετ επλησθη ο χρονος του τεκειν αυτην και εγεννησεν υιον      1:57-80   
  58  και ηκουσαν οι περιοικοι και οι συγγενεις αυτης οτι εμεγαλυνεν κυριος το ελεος αυτου μετ αυτης και συνεχαιρον αυτη      1:57-80   
  59  και εγενετο εν τη ημερα τη ογδοη ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατρος αυτου ζαχαριαν      1:57-80   
  60  και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννης      1:57-80   
  61  και ειπαν προς αυτην οτι ουδεις εστιν εκ της συγγενειας σου ος καλειται τω ονοματι τουτω      1:57-80   
  62  ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτο      1:57-80   
  63  και αιτησας πινακιδιον εγραψεν λεγων ιωαννης εστιν ονομα αυτου και εθαυμασαν παντες      1:57-80   
  64  ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον      1:57-80   
  65  και εγενετο επι παντας φοβος τους περιοικουντας αυτους και εν ολη τη ορεινη της ιουδαιας διελαλειτο παντα τα ρηματα ταυτα      1:57-80   
  66  και εθεντο παντες οι ακουσαντες εν τη καρδια αυτων λεγοντες τι αρα το παιδιον τουτο εσται και γαρ χειρ κυριου ην μετ αυτου      1:57-80   
  67  και ζαχαριας ο πατηρ αυτου επλησθη πνευματος αγιου και επροφητευσεν λεγων      1:57-80   
  68  ευλογητος κυριος ο θεος του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου      1:57-80   
  69  και ηγειρεν κερας σωτηριας ημιν εν οικω δαυιδ παιδος αυτου      1:57-80   
  70  καθως ελαλησεν δια στοματος των αγιων απ αιωνος προφητων αυτου      1:57-80   
  71  σωτηριαν εξ εχθρων ημων και εκ χειρος παντων των μισουντων ημας      1:57-80   
  72  ποιησαι ελεος μετα των πατερων ημων και μνησθηναι διαθηκης αγιας αυτου      1:57-80   
  73  ορκον ον ωμοσεν προς αβρααμ τον πατερα ημων του δουναι ημιν      1:57-80   
  74  αφοβως εκ χειρος εχθρων ρυσθεντας λατρευειν αυτω      1:57-80   
  75  εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασαις ταις ημεραις ημων      1:57-80   
  76  και συ δε παιδιον προφητης υψιστου κληθηση προπορευση γαρ ενωπιον κυριου ετοιμασαι οδους αυτου      1:57-80   
  77  του δουναι γνωσιν σωτηριας τω λαω αυτου εν αφεσει αμαρτιων αυτων      1:57-80   
  78  δια σπλαγχνα ελεους θεου ημων εν οις επισκεψεται ημας ανατολη εξ υψους      1:57-80   
  79  επιφαναι τοις εν σκοτει και σκια θανατου καθημενοις του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης      1:57-80   
  80  το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταις ερημοις εως ημερας αναδειξεως αυτου προς τον ισραηλ      1:57-80