Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:1  26  εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος γαβριηλ απο του θεου εις πολιν της γαλιλαιας η ονομα ναζαρεθ      1:26-38   
  27  προς παρθενον εμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα της παρθενου μαριαμ      1:26-38   
  28  και εισελθων προς αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριος μετα σου      1:26-38   
  29  η δε επι τω λογω διεταραχθη και διελογιζετο ποταπος ειη ο ασπασμος ουτος      1:26-38   
  30  και ειπεν ο αγγελος αυτη μη φοβου μαριαμ ευρες γαρ χαριν παρα τω θεω      1:26-38   
  31  και ιδου συλλημψη εν γαστρι και τεξη υιον και καλεσεις το ονομα αυτου ιησουν      1:26-38   
  32  ουτος εσται μεγας και υιος υψιστου κληθησεται και δωσει αυτω κυριος ο θεος τον θρονον δαυιδ του πατρος αυτου      1:26-38   
  33  και βασιλευσει επι τον οικον ιακωβ εις τους αιωνας και της βασιλειας αυτου ουκ εσται τελος      1:26-38   
  34  ειπεν δε μαριαμ προς τον αγγελον πως εσται τουτο επει ανδρα ου γινωσκω      1:26-38   
  35  και αποκριθεις ο αγγελος ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμις υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιος θεου      1:26-38   
  36  και ιδου ελισαβετ η συγγενις σου και αυτη συνειληφεν υιον εν γηρει αυτης και ουτος μην εκτος εστιν αυτη τη καλουμενη στειρα      1:26-38   
  37  οτι ουκ αδυνατησει παρα του θεου παν ρημα      1:26-38   
  38  ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτης ο αγγελος      1:26-38