Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:1  εγενετο εν ταις ημεραις ηρωδου βασιλεως της ιουδαιας ιερευς τις ονοματι ζαχαριας εξ εφημεριας αβια και γυνη αυτω εκ των θυγατερων ααρων και το ονομα αυτης ελισαβετ      1:5-25   
  ησαν δε δικαιοι αμφοτεροι εναντιον του θεου πορευομενοι εν πασαις ταις εντολαις και δικαιωμασιν του κυριου αμεμπτοι      1:5-25   
  και ουκ ην αυτοις τεκνον καθοτι ην η ελισαβετ στειρα και αμφοτεροι προβεβηκοτες εν ταις ημεραις αυτων ησαν      1:5-25   
  εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει της εφημεριας αυτου εναντι του θεου      1:5-25   
  κατα το εθος της ιερατειας ελαχε του θυμιασαι εισελθων εις τον ναον του κυριου      1:5-25   
  10  και παν το πληθος ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματος      1:5-25   
  11  ωφθη δε αυτω αγγελος κυριου εστως εκ δεξιων του θυσιαστηριου του θυμιαματος      1:5-25   
  12  και εταραχθη ζαχαριας ιδων και φοβος επεπεσεν επ αυτον      1:5-25   
  13  ειπεν δε προς αυτον ο αγγελος μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησις σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεις το ονομα αυτου ιωαννην      1:5-25   
  14  και εσται χαρα σοι και αγαλλιασις και πολλοι επι τη γενεσει αυτου χαρησονται      1:5-25   
  15  εσται γαρ μεγας ενωπιον [του] κυριου και οινον και σικερα ου μη πιη και πνευματος αγιου πλησθησεται ετι εκ κοιλιας μητρος αυτου      1:5-25   
  16  και πολλους των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων      1:5-25   
  17  και αυτος προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιας πατερων επι τεκνα και απειθεις εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον      1:5-25   
  18  και ειπεν ζαχαριας προς τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτης και η γυνη μου προβεβηκυια εν ταις ημεραις αυτης      1:5-25   
  19  και αποκριθεις ο αγγελος ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκως ενωπιον του θεου και απεσταλην λαλησαι προς σε και ευαγγελισασθαι σοι ταυτα      1:5-25   
  20  και ιδου εση σιωπων και μη δυναμενος λαλησαι αχρι ης ημερας γενηται ταυτα ανθ ων ουκ επιστευσας τοις λογοις μου οιτινες πληρωθησονται εις τον καιρον αυτων      1:5-25   
  21  και ην ο λαος προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν εν τω ναω αυτον      1:5-25   
  22  εξελθων δε ουκ εδυνατο λαλησαι αυτοις και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτος ην διανευων αυτοις και διεμενεν κωφος      1:5-25   
  23  και εγενετο ως επλησθησαν αι ημεραι της λειτουργιας αυτου απηλθεν εις τον οικον αυτου      1:5-25   
  24  μετα δε ταυτας τας ημερας συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνας πεντε λεγουσα      1:5-25   
  25  οτι ουτως μοι πεποιηκεν κυριος εν ημεραις αις επειδεν αφελειν ονειδος μου εν ανθρωποις      1:5-25