Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:1  εν αρχη ην ο λογος και ο λογος ην προς τον θεον και θεος ην ο λογος        1:1-18 
  ουτος ην εν αρχη προς τον θεον        1:1-18 
  παντα δι αυτου εγενετο και χωρις αυτου εγενετο ουδε εν ο γεγονεν        1:1-18 
  εν αυτω ζωη ην και η ζωη ην το φως των ανθρωπων        1:1-18 
  και το φως εν τη σκοτια φαινει και η σκοτια αυτο ου κατελαβεν        1:1-18 
  εγενετο ανθρωπος απεσταλμενος παρα θεου ονομα αυτω ιωαννης        1:1-18 
  ουτος ηλθεν εις μαρτυριαν ινα μαρτυρηση περι του φωτος ινα παντες πιστευσωσιν δι αυτου        1:1-18 
  ουκ ην εκεινος το φως αλλ ινα μαρτυρηση περι του φωτος        1:1-18 
  ην το φως το αληθινον ο φωτιζει παντα ανθρωπον ερχομενον εις τον κοσμον        1:1-18 
  10  εν τω κοσμω ην και ο κοσμος δι αυτου εγενετο και ο κοσμος αυτον ουκ εγνω        1:1-18 
  11  εις τα ιδια ηλθεν και οι ιδιοι αυτον ου παρελαβον        1:1-18 
  12  οσοι δε ελαβον αυτον εδωκεν αυτοις εξουσιαν τεκνα θεου γενεσθαι τοις πιστευουσιν εις το ονομα αυτου        1:1-18 
  13  οι ουκ εξ αιματων ουδε εκ θεληματος σαρκος ουδε εκ θεληματος ανδρος αλλ εκ θεου εγεννηθησαν        1:1-18 
  14  και ο λογος σαρξ εγενετο και εσκηνωσεν εν ημιν και εθεασαμεθα την δοξαν αυτου δοξαν ως μονογενους παρα πατρος πληρης χαριτος και αληθειας        1:1-18 
  15  ιωαννης μαρτυρει περι αυτου και κεκραγεν λεγων ουτος ην ον ειπον ο οπισω μου ερχομενος εμπροσθεν μου γεγονεν οτι πρωτος μου ην        1:1-18 
  16  οτι εκ του πληρωματος αυτου ημεις παντες ελαβομεν και χαριν αντι χαριτος        1:1-18 
  17  οτι ο νομος δια μωυσεως εδοθη η χαρις και η αληθεια δια ιησου χριστου εγενετο        1:1-18 
  18  θεον ουδεις εωρακεν πωποτε μονογενης θεος ο ων εις τον κολπον του πατρος εκεινος εξηγησατο        1:1-18