Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:24  36  ταυτα δε αυτων λαλουντων αυτος εστη εν μεσω αυτων και λεγει αυτοις ειρηνη υμιν      24:36-43  20:19-25 
  37  πτοηθεντες δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν      24:36-43  20:19-25 
  38  και ειπεν αυτοις τι τεταραγμενοι εστε και δια τι διαλογισμοι αναβαινουσιν εν τη καρδια υμων      24:36-43  20:19-25 
  39  ιδετε τας χειρας μου και τους ποδας μου οτι εγω ειμι αυτος ψηλαφησατε με και ιδετε οτι πνευμα σαρκα και οστεα ουκ εχει καθως εμε θεωρειτε εχοντα      24:36-43  20:19-25 
  40  και τουτο ειπων εδειξεν αυτοις τας χειρας και τους ποδας      24:36-43  20:19-25 
  41  ετι δε απιστουντων αυτων απο της χαρας και θαυμαζοντων ειπεν αυτοις εχετε τι βρωσιμον ενθαδε      24:36-43  20:19-25 
  42  οι δε επεδωκαν αυτω ιχθυος οπτου μερος      24:36-43  20:19-25 
  43  και λαβων ενωπιον αυτων εφαγεν      24:36-43  20:19-25 
Ιωάννης:20  19  ουσης ουν οψιας τη ημερα εκεινη τη μια σαββατων και των θυρων κεκλεισμενων οπου ησαν οι μαθηται δια τον φοβον των ιουδαιων ηλθεν ο ιησους και εστη εις το μεσον και λεγει αυτοις ειρηνη υμιν      24:36-43  20:19-25 
  20  και τουτο ειπων εδειξεν τας χειρας και την πλευραν αυτοις εχαρησαν ουν οι μαθηται ιδοντες τον κυριον      24:36-43  20:19-25 
  21  ειπεν ουν αυτοις [ο ιησους] παλιν ειρηνη υμιν καθως απεσταλκεν με ο πατηρ καγω πεμπω υμας      24:36-43  20:19-25 
  22  και τουτο ειπων ενεφυσησεν και λεγει αυτοις λαβετε πνευμα αγιον      24:36-43  20:19-25 
  23  αν τινων αφητε τας αμαρτιας αφεωνται αυτοις αν τινων κρατητε κεκρατηνται      24:36-43  20:19-25 
  24  θωμας δε εις εκ των δωδεκα ο λεγομενος διδυμος ουκ ην μετ αυτων οτε ηλθεν ιησους      24:36-43  20:19-25 
  25  ελεγον ουν αυτω οι αλλοι μαθηται εωρακαμεν τον κυριον ο δε ειπεν αυτοις εαν μη ιδω εν ταις χερσιν αυτου τον τυπον των ηλων και βαλω τον δακτυλον μου εις τον τυπον των ηλων και βαλω μου την χειρα εις την πλευραν αυτου ου μη πιστευσω      24:36-43  20:19-25