Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Μάρκος:16  12  μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερωθη εν ετερα μορφη πορευομενοις εις αγρον    16:12-13  24:13-32   
  13  κακεινοι απελθοντες απηγγειλαν τοις λοιποις ουδε εκεινοις επιστευσαν    16:12-13  24:13-32   
Λουκάς:24  13  και ιδου δυο εξ αυτων εν αυτη τη ημερα ησαν πορευομενοι εις κωμην απεχουσαν σταδιους εξηκοντα απο ιερουσαλημ η ονομα εμμαους    16:12-13  24:13-32   
  14  και αυτοι ωμιλουν προς αλληλους περι παντων των συμβεβηκοτων τουτων    16:12-13  24:13-32   
  15  και εγενετο εν τω ομιλειν αυτους και συζητειν και αυτος ιησους εγγισας συνεπορευετο αυτοις    16:12-13  24:13-32   
  16  οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον    16:12-13  24:13-32   
  17  ειπεν δε προς αυτους τινες οι λογοι ουτοι ους αντιβαλλετε προς αλληλους περιπατουντες και εσταθησαν σκυθρωποι    16:12-13  24:13-32   
  18  αποκριθεις δε εις ονοματι κλεοπας ειπεν προς αυτον συ μονος παροικεις ιερουσαλημ και ουκ εγνως τα γενομενα εν αυτη εν ταις ημεραις ταυταις    16:12-13  24:13-32   
  19  και ειπεν αυτοις ποια οι δε ειπαν αυτω τα περι ιησου του ναζαρηνου ος εγενετο ανηρ προφητης δυνατος εν εργω και λογω εναντιον του θεου και παντος του λαου    16:12-13  24:13-32   
  20  οπως τε παρεδωκαν αυτον οι αρχιερεις και οι αρχοντες ημων εις κριμα θανατου και εσταυρωσαν αυτον    16:12-13  24:13-32   
  21  ημεις δε ηλπιζομεν οτι αυτος εστιν ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε και συν πασιν τουτοις τριτην ταυτην ημεραν αγει αφ ου ταυτα εγενετο    16:12-13  24:13-32   
  22  αλλα και γυναικες τινες εξ ημων εξεστησαν ημας γενομεναι ορθριναι επι το μνημειον    16:12-13  24:13-32   
  23  και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην    16:12-13  24:13-32   
  24  και απηλθον τινες των συν ημιν επι το μνημειον και ευρον ουτως καθως και αι γυναικες ειπον αυτον δε ουκ ειδον    16:12-13  24:13-32   
  25  και αυτος ειπεν προς αυτους ω ανοητοι και βραδεις τη καρδια του πιστευειν επι πασιν οις ελαλησαν οι προφηται    16:12-13  24:13-32   
  26  ουχι ταυτα εδει παθειν τον χριστον και εισελθειν εις την δοξαν αυτου    16:12-13  24:13-32   
  27  και αρξαμενος απο μωυσεως και απο παντων των προφητων διερμηνευσεν αυτοις εν πασαις ταις γραφαις τα περι εαυτου    16:12-13  24:13-32   
  28  και ηγγισαν εις την κωμην ου επορευοντο και αυτος προσεποιησατο πορρωτερον πορευεσθαι    16:12-13  24:13-32   
  29  και παρεβιασαντο αυτον λεγοντες μεινον μεθ ημων οτι προς εσπεραν εστιν και κεκλικεν ηδη η ημερα και εισηλθεν του μειναι συν αυτοις    16:12-13  24:13-32   
  30  και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασας επεδιδου αυτοις    16:12-13  24:13-32   
  31  αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτος αφαντος εγενετο απ αυτων    16:12-13  24:13-32   
  32  και ειπαν προς αλληλους ουχι η καρδια ημων καιομενη ην [εν ημιν] ως ελαλει ημιν εν τη οδω ως διηνοιγεν ημιν τας γραφας    16:12-13  24:13-32