Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:3  22  μετα ταυτα ηλθεν ο ιησους και οι μαθηται αυτου εις την ιουδαιαν γην και εκει διετριβεν μετ αυτων και εβαπτιζεν        3:22-36 
  23  ην δε και ο ιωαννης βαπτιζων εν αινων εγγυς του σαλειμ οτι υδατα πολλα ην εκει και παρεγινοντο και εβαπτιζοντο        3:22-36 
  24  ουπω γαρ ην βεβλημενος εις την φυλακην ο ιωαννης        3:22-36 
  25  εγενετο ουν ζητησις εκ των μαθητων ιωαννου μετα ιουδαιου περι καθαρισμου        3:22-36 
  26  και ηλθον προς τον ιωαννην και ειπαν αυτω ραββι ος ην μετα σου περαν του ιορδανου ω συ μεμαρτυρηκας ιδε ουτος βαπτιζει και παντες ερχονται προς αυτον        3:22-36 
  27  απεκριθη ιωαννης και ειπεν ου δυναται ανθρωπος λαμβανειν ουδε εν εαν μη η δεδομενον αυτω εκ του ουρανου        3:22-36 
  28  αυτοι υμεις μοι μαρτυρειτε οτι ειπον [οτι] ουκ ειμι εγω ο χριστος αλλ οτι απεσταλμενος ειμι εμπροσθεν εκεινου        3:22-36 
  29  ο εχων την νυμφην νυμφιος εστιν ο δε φιλος του νυμφιου ο εστηκως και ακουων αυτου χαρα χαιρει δια την φωνην του νυμφιου αυτη ουν η χαρα η εμη πεπληρωται        3:22-36 
  30  εκεινον δει αυξανειν εμε δε ελαττουσθαι        3:22-36 
  31  ο ανωθεν ερχομενος επανω παντων εστιν ο ων εκ της γης εκ της γης εστιν και εκ της γης λαλει ο εκ του ουρανου ερχομενος [επανω παντων εστιν]        3:22-36 
  32  ο εωρακεν και ηκουσεν τουτο μαρτυρει και την μαρτυριαν αυτου ουδεις λαμβανει        3:22-36 
  33  ο λαβων αυτου την μαρτυριαν εσφραγισεν οτι ο θεος αληθης εστιν        3:22-36 
  34  ον γαρ απεστειλεν ο θεος τα ρηματα του θεου λαλει ου γαρ εκ μετρου διδωσιν το πνευμα        3:22-36 
  35  ο πατηρ αγαπα τον υιον και παντα δεδωκεν εν τη χειρι αυτου        3:22-36 
  36  ο πιστευων εις τον υιον εχει ζωην αιωνιον ο δε απειθων τω υιω ουκ οψεται ζωην αλλ η οργη του θεου μενει επ αυτον        3:22-36