Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:11  ην δε τις ασθενων λαζαρος απο βηθανιας εκ της κωμης μαριας και μαρθας της αδελφης αυτης        11:1-44 
  ην δε μαριαμ η αλειψασα τον κυριον μυρω και εκμαξασα τους ποδας αυτου ταις θριξιν αυτης ης ο αδελφος λαζαρος ησθενει        11:1-44 
  απεστειλαν ουν αι αδελφαι προς αυτον λεγουσαι κυριε ιδε ον φιλεις ασθενει        11:1-44 
  ακουσας δε ο ιησους ειπεν αυτη η ασθενεια ουκ εστιν προς θανατον αλλ υπερ της δοξης του θεου ινα δοξασθη ο υιος του θεου δι αυτης        11:1-44 
  ηγαπα δε ο ιησους την μαρθαν και την αδελφην αυτης και τον λαζαρον        11:1-44 
  ως ουν ηκουσεν οτι ασθενει τοτε μεν εμεινεν εν ω ην τοπω δυο ημερας        11:1-44 
  επειτα μετα τουτο λεγει τοις μαθηταις αγωμεν εις την ιουδαιαν παλιν        11:1-44 
  λεγουσιν αυτω οι μαθηται ραββι νυν εζητουν σε λιθασαι οι ιουδαιοι και παλιν υπαγεις εκει        11:1-44 
  απεκριθη ιησους ουχι δωδεκα ωραι εισιν της ημερας εαν τις περιπατη εν τη ημερα ου προσκοπτει οτι το φως του κοσμου τουτου βλεπει        11:1-44 
  10  εαν δε τις περιπατη εν τη νυκτι προσκοπτει οτι το φως ουκ εστιν εν αυτω        11:1-44 
  11  ταυτα ειπεν και μετα τουτο λεγει αυτοις λαζαρος ο φιλος ημων κεκοιμηται αλλα πορευομαι ινα εξυπνισω αυτον        11:1-44 
  12  ειπαν ουν οι μαθηται αυτω κυριε ει κεκοιμηται σωθησεται        11:1-44 
  13  ειρηκει δε ο ιησους περι του θανατου αυτου εκεινοι δε εδοξαν οτι περι της κοιμησεως του υπνου λεγει        11:1-44 
  14  τοτε ουν ειπεν αυτοις ο ιησους παρρησια λαζαρος απεθανεν        11:1-44 
  15  και χαιρω δι υμας ινα πιστευσητε οτι ουκ ημην εκει αλλα αγωμεν προς αυτον        11:1-44 
  16  ειπεν ουν θωμας ο λεγομενος διδυμος τοις συμμαθηταις αγωμεν και ημεις ινα αποθανωμεν μετ αυτου        11:1-44 
  17  ελθων ουν ο ιησους ευρεν αυτον τεσσαρας ηδη ημερας εχοντα εν τω μνημειω        11:1-44 
  18  ην δε η βηθανια εγγυς των ιεροσολυμων ως απο σταδιων δεκαπεντε        11:1-44 
  19  πολλοι δε εκ των ιουδαιων εληλυθεισαν προς την μαρθαν και μαριαμ ινα παραμυθησωνται αυτας περι του αδελφου        11:1-44 
  20  η ουν μαρθα ως ηκουσεν οτι ιησους ερχεται υπηντησεν αυτω μαριαμ δε εν τω οικω εκαθεζετο        11:1-44 
  21  ειπεν ουν η μαρθα προς τον ιησουν κυριε ει ης ωδε ουκ αν απεθανεν ο αδελφος μου        11:1-44 
  22  [αλλα] και νυν οιδα οτι οσα αν αιτηση τον θεον δωσει σοι ο θεος        11:1-44 
  23  λεγει αυτη ο ιησους αναστησεται ο αδελφος σου        11:1-44 
  24  λεγει αυτω η μαρθα οιδα οτι αναστησεται εν τη αναστασει εν τη εσχατη ημερα        11:1-44 
  25  ειπεν αυτη ο ιησους εγω ειμι η αναστασις και η ζωη ο πιστευων εις εμε καν αποθανη ζησεται        11:1-44 
  26  και πας ο ζων και πιστευων εις εμε ου μη αποθανη εις τον αιωνα πιστευεις τουτο        11:1-44 
  27  λεγει αυτω ναι κυριε εγω πεπιστευκα οτι συ ει ο χριστος ο υιος του θεου ο εις τον κοσμον ερχομενος        11:1-44 
  28  και τουτο ειπουσα απηλθεν και εφωνησεν μαριαμ την αδελφην αυτης λαθρα ειπουσα ο διδασκαλος παρεστιν και φωνει σε        11:1-44 
  29  εκεινη δε ως ηκουσεν ηγερθη ταχυ και ηρχετο προς αυτον        11:1-44 
  30  ουπω δε εληλυθει ο ιησους εις την κωμην αλλ ην ετι εν τω τοπω οπου υπηντησεν αυτω η μαρθα        11:1-44 
  31  οι ουν ιουδαιοι οι οντες μετ αυτης εν τη οικια και παραμυθουμενοι αυτην ιδοντες την μαριαμ οτι ταχεως ανεστη και εξηλθεν ηκολουθησαν αυτη δοξαντες οτι υπαγει εις το μνημειον ινα κλαυση εκει        11:1-44 
  32  η ουν μαριαμ ως ηλθεν οπου ην ιησους ιδουσα αυτον επεσεν αυτου προς τους ποδας λεγουσα αυτω κυριε ει ης ωδε ουκ αν μου απεθανεν ο αδελφος        11:1-44 
  33  ιησους ουν ως ειδεν αυτην κλαιουσαν και τους συνελθοντας αυτη ιουδαιους κλαιοντας ενεβριμησατο τω πνευματι και εταραξεν εαυτον        11:1-44 
  34  και ειπεν που τεθεικατε αυτον λεγουσιν αυτω κυριε ερχου και ιδε        11:1-44 
  35  εδακρυσεν ο ιησους        11:1-44 
  36  ελεγον ουν οι ιουδαιοι ιδε πως εφιλει αυτον        11:1-44 
  37  τινες δε εξ αυτων ειπαν ουκ εδυνατο ουτος ο ανοιξας τους οφθαλμους του τυφλου ποιησαι ινα και ουτος μη αποθανη        11:1-44 
  38  ιησους ουν παλιν εμβριμωμενος εν εαυτω ερχεται εις το μνημειον ην δε σπηλαιον και λιθος επεκειτο επ αυτω        11:1-44 
  39  λεγει ο ιησους αρατε τον λιθον λεγει αυτω η αδελφη του τετελευτηκοτος μαρθα κυριε ηδη οζει τεταρταιος γαρ εστιν        11:1-44 
  40  λεγει αυτη ο ιησους ουκ ειπον σοι οτι εαν πιστευσης οψη την δοξαν του θεου        11:1-44 
  41  ηραν ουν τον λιθον ο δε ιησους ηρεν τους οφθαλμους ανω και ειπεν πατερ ευχαριστω σοι οτι ηκουσας μου        11:1-44 
  42  εγω δε ηδειν οτι παντοτε μου ακουεις αλλα δια τον οχλον τον περιεστωτα ειπον ινα πιστευσωσιν οτι συ με απεστειλας        11:1-44 
  43  και ταυτα ειπων φωνη μεγαλη εκραυγασεν λαζαρε δευρο εξω        11:1-44 
  44  εξηλθεν ο τεθνηκως δεδεμενος τους ποδας και τας χειρας κειριαις και η οψις αυτου σουδαριω περιεδεδετο λεγει αυτοις ο ιησους λυσατε αυτον και αφετε αυτον υπαγειν        11:1-44