Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:10  22  εγενετο τοτε τα εγκαινια εν τοις ιεροσολυμοις χειμων ην        10:22-39 
  23  και περιεπατει ο ιησους εν τω ιερω εν τη στοα του σολομωνος        10:22-39 
  24  εκυκλωσαν ουν αυτον οι ιουδαιοι και ελεγον αυτω εως ποτε την ψυχην ημων αιρεις ει συ ει ο χριστος ειπε ημιν παρρησια        10:22-39 
  25  απεκριθη αυτοις ο ιησους ειπον υμιν και ου πιστευετε τα εργα α εγω ποιω εν τω ονοματι του πατρος μου ταυτα μαρτυρει περι εμου        10:22-39 
  26  αλλα υμεις ου πιστευετε οτι ουκ εστε εκ των προβατων των εμων        10:22-39 
  27  τα προβατα τα εμα της φωνης μου ακουουσιν καγω γινωσκω αυτα και ακολουθουσιν μοι        10:22-39 
  28  καγω διδωμι αυτοις ζωην αιωνιον και ου μη απολωνται εις τον αιωνα και ουχ αρπασει τις αυτα εκ της χειρος μου        10:22-39 
  29  ο πατηρ μου ο δεδωκεν μοι παντων μειζον εστιν και ουδεις δυναται αρπαζειν εκ της χειρος του πατρος        10:22-39 
  30  εγω και ο πατηρ εν εσμεν        10:22-39 
  31  εβαστασαν παλιν λιθους οι ιουδαιοι ινα λιθασωσιν αυτον        10:22-39 
  32  απεκριθη αυτοις ο ιησους πολλα εργα καλα εδειξα υμιν εκ του πατρος δια ποιον αυτων εργον εμε λιθαζετε        10:22-39 
  33  απεκριθησαν αυτω οι ιουδαιοι περι καλου εργου ου λιθαζομεν σε αλλα περι βλασφημιας και οτι συ ανθρωπος ων ποιεις σεαυτον θεον        10:22-39 
  34  απεκριθη αυτοις [ο] ιησους ουκ εστιν γεγραμμενον εν τω νομω υμων οτι εγω ειπα θεοι εστε        10:22-39 
  35  ει εκεινους ειπεν θεους προς ους ο λογος του θεου εγενετο και ου δυναται λυθηναι η γραφη        10:22-39 
  36  ον ο πατηρ ηγιασεν και απεστειλεν εις τον κοσμον υμεις λεγετε οτι βλασφημεις οτι ειπον υιος του θεου ειμι        10:22-39 
  37  ει ου ποιω τα εργα του πατρος μου μη πιστευετε μοι        10:22-39 
  38  ει δε ποιω καν εμοι μη πιστευητε τοις εργοις πιστευετε ινα γνωτε και γινωσκητε οτι εν εμοι ο πατηρ καγω εν τω πατρι        10:22-39 
  39  εζητουν [ουν] αυτον παλιν πιασαι και εξηλθεν εκ της χειρος αυτων        10:22-39