Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:7  32  ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα και απεστειλαν οι αρχιερεις και οι φαρισαιοι υπηρετας ινα πιασωσιν αυτον        7:32-53 
  33  ειπεν ουν ο ιησους ετι χρονον μικρον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με        7:32-53 
  34  ζητησετε με και ουχ ευρησετε [με] και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν        7:32-53 
  35  ειπον ουν οι ιουδαιοι προς εαυτους που ουτος μελλει πορευεσθαι οτι ημεις ουχ ευρησομεν αυτον μη εις την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τους ελληνας        7:32-53 
  36  τις εστιν ο λογος ουτος ον ειπεν ζητησετε με και ουχ ευρησετε [με] και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν        7:32-53 
  37  εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο ιησους και εκραξεν λεγων εαν τις διψα ερχεσθω προς με και πινετω        7:32-53 
  38  ο πιστευων εις εμε καθως ειπεν η γραφη ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος        7:32-53 
  39  τουτο δε ειπεν περι του πνευματος ο εμελλον λαμβανειν οι πιστευσαντες εις αυτον ουπω γαρ ην πνευμα οτι ιησους ουδεπω εδοξασθη        7:32-53 
  40  εκ του οχλου ουν ακουσαντες των λογων τουτων ελεγον ουτος εστιν αληθως ο προφητης        7:32-53 
  41  αλλοι ελεγον ουτος εστιν ο χριστος οι δε ελεγον μη γαρ εκ της γαλιλαιας ο χριστος ερχεται        7:32-53 
  42  ουχ η γραφη ειπεν οτι εκ του σπερματος δαυιδ και απο βηθλεεμ της κωμης οπου ην δαυιδ ερχεται ο χριστος        7:32-53 
  43  σχισμα ουν εγενετο εν τω οχλω δι αυτον        7:32-53 
  44  τινες δε ηθελον εξ αυτων πιασαι αυτον αλλ ουδεις επεβαλεν επ αυτον τας χειρας        7:32-53 
  45  ηλθον ουν οι υπηρεται προς τους αρχιερεις και φαρισαιους και ειπον αυτοις εκεινοι δια τι ουκ ηγαγετε αυτον        7:32-53 
  46  απεκριθησαν οι υπηρεται ουδεποτε ελαλησεν ουτως ανθρωπος        7:32-53 
  47  απεκριθησαν ουν αυτοις οι φαρισαιοι μη και υμεις πεπλανησθε        7:32-53 
  48  μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των φαρισαιων        7:32-53 
  49  αλλα ο οχλος ουτος ο μη γινωσκων τον νομον επαρατοι εισιν        7:32-53 
  50  λεγει νικοδημος προς αυτους ο ελθων προς αυτον [το] προτερον εις ων εξ αυτων        7:32-53 
  51  μη ο νομος ημων κρινει τον ανθρωπον εαν μη ακουση πρωτον παρ αυτου και γνω τι ποιει        7:32-53 
  52  απεκριθησαν και ειπαν αυτω μη και συ εκ της γαλιλαιας ει εραυνησον και ιδε οτι εκ της γαλιλαιας προφητης ουκ εγειρεται        7:32-53 
  53  [[και επορευθησαν εκαστος εις τον οικον αυτου        7:32-53