Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:7  36  ηρωτα δε τις αυτον των φαρισαιων ινα φαγη μετ αυτου και εισελθων εις τον οικον του φαρισαιου κατεκλιθη      7:36-50   
  37  και ιδου γυνη ητις ην εν τη πολει αμαρτωλος και επιγνουσα οτι κατακειται εν τη οικια του φαρισαιου κομισασα αλαβαστρον μυρου      7:36-50   
  38  και στασα οπισω παρα τους ποδας αυτου κλαιουσα τοις δακρυσιν ηρξατο βρεχειν τους ποδας αυτου και ταις θριξιν της κεφαλης αυτης εξεμασσεν και κατεφιλει τους ποδας αυτου και ηλειφεν τω μυρω      7:36-50   
  39  ιδων δε ο φαρισαιος ο καλεσας αυτον ειπεν εν εαυτω λεγων ουτος ει ην προφητης εγινωσκεν αν τις και ποταπη η γυνη ητις απτεται αυτου οτι αμαρτωλος εστιν      7:36-50   
  40  και αποκριθεις ο ιησους ειπεν προς αυτον σιμων εχω σοι τι ειπειν ο δε διδασκαλε ειπε φησιν      7:36-50   
  41  δυο χρεοφειλεται ησαν δανιστη τινι ο εις ωφειλεν δηναρια πεντακοσια ο δε ετερος πεντηκοντα      7:36-50   
  42  μη εχοντων αυτων αποδουναι αμφοτεροις εχαρισατο τις ουν αυτων πλειον αγαπησει αυτον      7:36-50   
  43  αποκριθεις σιμων ειπεν υπολαμβανω οτι ω το πλειον εχαρισατο ο δε ειπεν αυτω ορθως εκρινας      7:36-50   
  44  και στραφεις προς την γυναικα τω σιμωνι εφη βλεπεις ταυτην την γυναικα εισηλθον σου εις την οικιαν υδωρ μοι επι ποδας ουκ εδωκας αυτη δε τοις δακρυσιν εβρεξεν μου τους ποδας και ταις θριξιν αυτης εξεμαξεν      7:36-50   
  45  φιλημα μοι ουκ εδωκας αυτη δε αφ ης εισηλθον ου διελιπεν καταφιλουσα μου τους ποδας      7:36-50   
  46  ελαιω την κεφαλην μου ουκ ηλειψας αυτη δε μυρω ηλειψεν τους ποδας μου      7:36-50   
  47  ου χαριν λεγω σοι αφεωνται αι αμαρτιαι αυτης αι πολλαι οτι ηγαπησεν πολυ ω δε ολιγον αφιεται ολιγον αγαπα      7:36-50   
  48  ειπεν δε αυτη αφεωνται σου αι αμαρτιαι      7:36-50   
  49  και ηρξαντο οι συνανακειμενοι λεγειν εν εαυτοις τις ουτος εστιν ος και αμαρτιας αφιησιν      7:36-50   
  50  ειπεν δε προς την γυναικα η πιστις σου σεσωκεν σε πορευου εις ειρηνην      7:36-50