Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:14  και εγενετο εν τω ελθειν αυτον εις οικον τινος των αρχοντων [των] φαρισαιων σαββατω φαγειν αρτον και αυτοι ησαν παρατηρουμενοι αυτον      14:1-24   
  και ιδου ανθρωπος τις ην υδρωπικος εμπροσθεν αυτου      14:1-24   
  και αποκριθεις ο ιησους ειπεν προς τους νομικους και φαρισαιους λεγων εξεστιν τω σαββατω θεραπευσαι η ου      14:1-24   
  οι δε ησυχασαν και επιλαβομενος ιασατο αυτον και απελυσεν      14:1-24   
  και προς αυτους ειπεν τινος υμων υιος η βους εις φρεαρ πεσειται και ουκ ευθεως ανασπασει αυτον εν ημερα του σαββατου      14:1-24   
  και ουκ ισχυσαν ανταποκριθηναι προς ταυτα      14:1-24   
  ελεγεν δε προς τους κεκλημενους παραβολην επεχων πως τας πρωτοκλισιας εξελεγοντο λεγων προς αυτους      14:1-24   
  οταν κληθης υπο τινος εις γαμους μη κατακλιθης εις την πρωτοκλισιαν μηποτε εντιμοτερος σου η κεκλημενος υπ αυτου      14:1-24   
  και ελθων ο σε και αυτον καλεσας ερει σοι δος τουτω τοπον και τοτε αρξη μετα αισχυνης τον εσχατον τοπον κατεχειν      14:1-24   
  10  αλλ οταν κληθης πορευθεις αναπεσε εις τον εσχατον τοπον ινα οταν ελθη ο κεκληκως σε ερει σοι φιλε προσαναβηθι ανωτερον τοτε εσται σοι δοξα ενωπιον παντων των συνανακειμενων σοι      14:1-24   
  12  ελεγεν δε και τω κεκληκοτι αυτον οταν ποιης αριστον η δειπνον μη φωνει τους φιλους σου μηδε τους αδελφους σου μηδε τους συγγενεις σου μηδε γειτονας πλουσιους μηποτε και αυτοι αντικαλεσωσιν σε και γενηται ανταποδομα σοι      14:1-24   
  13  αλλ οταν δοχην ποιης καλει πτωχους αναπειρους χωλους τυφλους      14:1-24   
  14  και μακαριος εση οτι ουκ εχουσιν ανταποδουναι σοι ανταποδοθησεται γαρ σοι εν τη αναστασει των δικαιων      14:1-24   
  15  ακουσας δε τις των συνανακειμενων ταυτα ειπεν αυτω μακαριος οστις φαγεται αρτον εν τη βασιλεια του θεου      14:1-24   
  16  ο δε ειπεν αυτω ανθρωπος τις εποιει δειπνον μεγα και εκαλεσεν πολλους      14:1-24   
  17  και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοις κεκλημενοις ερχεσθε οτι ηδη ετοιμα εστιν      14:1-24   
  18  και ηρξαντο απο μιας παντες παραιτεισθαι ο πρωτος ειπεν αυτω αγρον ηγορασα και εχω αναγκην εξελθων ιδειν αυτον ερωτω σε εχε με παρητημενον      14:1-24   
  19  και ετερος ειπεν ζευγη βοων ηγορασα πεντε και πορευομαι δοκιμασαι αυτα ερωτω σε εχε με παρητημενον      14:1-24   
  20  και ετερος ειπεν γυναικα εγημα και δια τουτο ου δυναμαι ελθειν      14:1-24   
  21  και παραγενομενος ο δουλος απηγγειλεν τω κυριω αυτου ταυτα τοτε οργισθεις ο οικοδεσποτης ειπεν τω δουλω αυτου εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως και τους πτωχους και αναπειρους και τυφλους και χωλους εισαγαγε ωδε      14:1-24   
  22  και ειπεν ο δουλος κυριε γεγονεν ο επεταξας και ετι τοπος εστιν      14:1-24   
  24  λεγω γαρ υμιν οτι ουδεις των ανδρων εκεινων των κεκλημενων γευσεται μου του δειπνου      14:1-24