Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:24  37  ωσπερ γαρ αι ημεραι του νωε ουτως εσται η παρουσια του υιου του ανθρωπου  24:37-39    17:26-32   
  38  ως γαρ ησαν εν ταις ημεραις [εκειναις] ταις προ του κατακλυσμου τρωγοντες και πινοντες γαμουντες και γαμιζοντες αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον  24:37-39    17:26-32   
  39  και ουκ εγνωσαν εως ηλθεν ο κατακλυσμος και ηρεν απαντας ουτως εσται [και] η παρουσια του υιου του ανθρωπου  24:37-39    17:26-32   
Λουκάς:17  26  και καθως εγενετο εν ταις ημεραις νωε ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου  24:37-39    17:26-32   
  27  ησθιον επινον εγαμουν εγαμιζοντο αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον και ηλθεν ο κατακλυσμος και απωλεσεν παντας  24:37-39    17:26-32   
  28  ομοιως καθως εγενετο εν ταις ημεραις λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν  24:37-39    17:26-32   
  29  η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν παντας  24:37-39    17:26-32   
  30  κατα τα αυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται  24:37-39    17:26-32   
  32  μνημονευετε της γυναικος λωτ  24:37-39    17:26-32