Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:14  24  το δε πλοιον ηδη σταδιους πολλους απο της γης απειχεν βασανιζομενον υπο των κυματων ην γαρ εναντιος ο ανεμος  14:24-27  6:47-50    6:16-20 
  25  τεταρτη δε φυλακη της νυκτος ηλθεν προς αυτους περιπατων επι την θαλασσαν  14:24-27  6:47-50    6:16-20 
  26  οι δε μαθηται ιδοντες αυτον επι της θαλασσης περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν και απο του φοβου εκραξαν  14:24-27  6:47-50    6:16-20 
  27  ευθυς δε ελαλησεν [ο ιησους] αυτοις λεγων θαρσειτε εγω ειμι μη φοβεισθε  14:24-27  6:47-50    6:16-20 
Μάρκος:6  47  και οψιας γενομενης ην το πλοιον εν μεσω της θαλασσης και αυτος μονος επι της γης  14:24-27  6:47-50    6:16-20 
  48  και ιδων αυτους βασανιζομενους εν τω ελαυνειν ην γαρ ο ανεμος εναντιος αυτοις περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης και ηθελεν παρελθειν αυτους  14:24-27  6:47-50    6:16-20 
  49  οι δε ιδοντες αυτον επι της θαλασσης περιπατουντα εδοξαν οτι φαντασμα εστιν και ανεκραξαν  14:24-27  6:47-50    6:16-20 
  50  παντες γαρ αυτον ειδον και εταραχθησαν ο δε ευθυς ελαλησεν μετ αυτων και λεγει αυτοις θαρσειτε εγω ειμι μη φοβεισθε  14:24-27  6:47-50    6:16-20 
Ιωάννης:6  16  ως δε οψια εγενετο κατεβησαν οι μαθηται αυτου επι την θαλασσαν  14:24-27  6:47-50    6:16-20 
  17  και εμβαντες εις πλοιον ηρχοντο περαν της θαλασσης εις καφαρναουμ και σκοτια ηδη εγεγονει και ουπω εληλυθει προς αυτους ο ιησους  14:24-27  6:47-50    6:16-20 
  18  η τε θαλασσα ανεμου μεγαλου πνεοντος διεγειρετο  14:24-27  6:47-50    6:16-20 
  19  εληλακοτες ουν ως σταδιους εικοσι πεντε η τριακοντα θεωρουσιν τον ιησουν περιπατουντα επι της θαλασσης και εγγυς του πλοιου γινομενον και εφοβηθησαν  14:24-27  6:47-50    6:16-20 
  20  ο δε λεγει αυτοις εγω ειμι μη φοβεισθε  14:24-27  6:47-50    6:16-20