Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:5  μετα ταυτα ην εορτη των ιουδαιων και ανεβη ιησους εις ιεροσολυμα        5:1-47 
  εστιν δε εν τοις ιεροσολυμοις επι τη προβατικη κολυμβηθρα η επιλεγομενη εβραιστι βηθζαθα πεντε στοας εχουσα        5:1-47 
  εν ταυταις κατεκειτο πληθος των ασθενουντων τυφλων χωλων ξηρων        5:1-47 
          5:1-47 
  ην δε τις ανθρωπος εκει τριακοντα [και] οκτω ετη εχων εν τη ασθενεια αυτου        5:1-47 
  τουτον ιδων ο ιησους κατακειμενον και γνους οτι πολυν ηδη χρονον εχει λεγει αυτω θελεις υγιης γενεσθαι        5:1-47 
  απεκριθη αυτω ο ασθενων κυριε ανθρωπον ουκ εχω ινα οταν ταραχθη το υδωρ βαλη με εις την κολυμβηθραν εν ω δε ερχομαι εγω αλλος προ εμου καταβαινει        5:1-47 
  λεγει αυτω ο ιησους εγειρε αρον τον κραβαττον σου και περιπατει        5:1-47 
  και ευθεως εγενετο υγιης ο ανθρωπος και ηρεν τον κραβαττον αυτου και περιεπατει ην δε σαββατον εν εκεινη τη ημερα        5:1-47 
  10  ελεγον ουν οι ιουδαιοι τω τεθεραπευμενω σαββατον εστιν και ουκ εξεστιν σοι αραι τον κραβαττον σου        5:1-47 
  11  ο δε απεκριθη αυτοις ο ποιησας με υγιη εκεινος μοι ειπεν αρον τον κραβαττον σου και περιπατει        5:1-47 
  12  ηρωτησαν αυτον τις εστιν ο ανθρωπος ο ειπων σοι αρον και περιπατει        5:1-47 
  13  ο δε ιαθεις ουκ ηδει τις εστιν ο γαρ ιησους εξενευσεν οχλου οντος εν τω τοπω        5:1-47 
  14  μετα ταυτα ευρισκει αυτον ο ιησους εν τω ιερω και ειπεν αυτω ιδε υγιης γεγονας μηκετι αμαρτανε ινα μη χειρον σοι τι γενηται        5:1-47 
  15  απηλθεν ο ανθρωπος και ανηγγειλεν τοις ιουδαιοις οτι ιησους εστιν ο ποιησας αυτον υγιη        5:1-47 
  16  και δια τουτο εδιωκον οι ιουδαιοι τον ιησουν οτι ταυτα εποιει εν σαββατω        5:1-47 
  17  ο δε [ιησους] απεκρινατο αυτοις ο πατηρ μου εως αρτι εργαζεται καγω εργαζομαι        5:1-47 
  18  δια τουτο ουν μαλλον εζητουν αυτον οι ιουδαιοι αποκτειναι οτι ου μονον ελυεν το σαββατον αλλα και πατερα ιδιον ελεγεν τον θεον ισον εαυτον ποιων τω θεω        5:1-47 
  19  απεκρινατο ουν ο ιησους και ελεγεν αυτοις αμην αμην λεγω υμιν ου δυναται ο υιος ποιειν αφ εαυτου ουδεν εαν μη τι βλεπη τον πατερα ποιουντα α γαρ αν εκεινος ποιη ταυτα και ο υιος ομοιως ποιει        5:1-47 
  20  ο γαρ πατηρ φιλει τον υιον και παντα δεικνυσιν αυτω α αυτος ποιει και μειζονα τουτων δειξει αυτω εργα ινα υμεις θαυμαζητε        5:1-47 
  21  ωσπερ γαρ ο πατηρ εγειρει τους νεκρους και ζωοποιει ουτως και ο υιος ους θελει ζωοποιει        5:1-47 
  22  ουδε γαρ ο πατηρ κρινει ουδενα αλλα την κρισιν πασαν δεδωκεν τω υιω        5:1-47 
  23  ινα παντες τιμωσι τον υιον καθως τιμωσι τον πατερα ο μη τιμων τον υιον ου τιμα τον πατερα τον πεμψαντα αυτον        5:1-47 
  24  αμην αμην λεγω υμιν οτι ο τον λογον μου ακουων και πιστευων τω πεμψαντι με εχει ζωην αιωνιον και εις κρισιν ουκ ερχεται αλλα μεταβεβηκεν εκ του θανατου εις την ζωην        5:1-47 
  25  αμην αμην λεγω υμιν οτι ερχεται ωρα και νυν εστιν οτε οι νεκροι ακουσουσιν της φωνης του υιου του θεου και οι ακουσαντες ζησουσιν        5:1-47 
  26  ωσπερ γαρ ο πατηρ εχει ζωην εν εαυτω ουτως και τω υιω εδωκεν ζωην εχειν εν εαυτω        5:1-47 
  27  και εξουσιαν εδωκεν αυτω κρισιν ποιειν οτι υιος ανθρωπου εστιν        5:1-47 
  28  μη θαυμαζετε τουτο οτι ερχεται ωρα εν η παντες οι εν τοις μνημειοις ακουσουσιν της φωνης αυτου        5:1-47 
  29  και εκπορευσονται οι τα αγαθα ποιησαντες εις αναστασιν ζωης οι δε τα φαυλα πραξαντες εις αναστασιν κρισεως        5:1-47 
  30  ου δυναμαι εγω ποιειν απ εμαυτου ουδεν καθως ακουω κρινω και η κρισις η εμη δικαια εστιν οτι ου ζητω το θελημα το εμον αλλα το θελημα του πεμψαντος με        5:1-47 
  31  εαν εγω μαρτυρω περι εμαυτου η μαρτυρια μου ουκ εστιν αληθης        5:1-47 
  32  αλλος εστιν ο μαρτυρων περι εμου και οιδα οτι αληθης εστιν η μαρτυρια ην μαρτυρει περι εμου        5:1-47 
  33  υμεις απεσταλκατε προς ιωαννην και μεμαρτυρηκεν τη αληθεια        5:1-47 
  34  εγω δε ου παρα ανθρωπου την μαρτυριαν λαμβανω αλλα ταυτα λεγω ινα υμεις σωθητε        5:1-47 
  35  εκεινος ην ο λυχνος ο καιομενος και φαινων υμεις δε ηθελησατε αγαλλιαθηναι προς ωραν εν τω φωτι αυτου        5:1-47 
  36  εγω δε εχω την μαρτυριαν μειζω του ιωαννου τα γαρ εργα α δεδωκεν μοι ο πατηρ ινα τελειωσω αυτα αυτα τα εργα α ποιω μαρτυρει περι εμου οτι ο πατηρ με απεσταλκεν        5:1-47 
  37  και ο πεμψας με πατηρ εκεινος μεμαρτυρηκεν περι εμου ουτε φωνην αυτου πωποτε ακηκοατε ουτε ειδος αυτου εωρακατε        5:1-47 
  38  και τον λογον αυτου ουκ εχετε εν υμιν μενοντα οτι ον απεστειλεν εκεινος τουτω υμεις ου πιστευετε        5:1-47 
  39  εραυνατε τας γραφας οτι υμεις δοκειτε εν αυταις ζωην αιωνιον εχειν και εκειναι εισιν αι μαρτυρουσαι περι εμου        5:1-47 
  40  και ου θελετε ελθειν προς με ινα ζωην εχητε        5:1-47 
  41  δοξαν παρα ανθρωπων ου λαμβανω        5:1-47 
  42  αλλα εγνωκα υμας οτι την αγαπην του θεου ουκ εχετε εν εαυτοις        5:1-47 
  43  εγω εληλυθα εν τω ονοματι του πατρος μου και ου λαμβανετε με εαν αλλος ελθη εν τω ονοματι τω ιδιω εκεινον λημψεσθε        5:1-47 
  44  πως δυνασθε υμεις πιστευσαι δοξαν παρα αλληλων λαμβανοντες και την δοξαν την παρα του μονου θεου ου ζητειτε        5:1-47 
  45  μη δοκειτε οτι εγω κατηγορησω υμων προς τον πατερα εστιν ο κατηγορων υμων μωυσης εις ον υμεις ηλπικατε        5:1-47 
  46  ει γαρ επιστευετε μωυσει επιστευετε αν εμοι περι γαρ εμου εκεινος εγραψεν        5:1-47 
  47  ει δε τοις εκεινου γραμμασιν ου πιστευετε πως τοις εμοις ρημασιν πιστευσετε        5:1-47