Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:1  35  τη επαυριον παλιν ειστηκει ο ιωαννης και εκ των μαθητων αυτου δυο        1:35-51 
  36  και εμβλεψας τω ιησου περιπατουντι λεγει ιδε ο αμνος του θεου        1:35-51 
  37  και ηκουσαν οι δυο μαθηται αυτου λαλουντος και ηκολουθησαν τω ιησου        1:35-51 
  38  στραφεις δε ο ιησους και θεασαμενος αυτους ακολουθουντας λεγει αυτοις τι ζητειτε οι δε ειπαν αυτω ραββι ο λεγεται μεθερμηνευομενον διδασκαλε που μενεις        1:35-51 
  39  λεγει αυτοις ερχεσθε και οψεσθε ηλθαν ουν και ειδαν που μενει και παρ αυτω εμειναν την ημεραν εκεινην ωρα ην ως δεκατη        1:35-51 
  40  ην ανδρεας ο αδελφος σιμωνος πετρου εις εκ των δυο των ακουσαντων παρα ιωαννου και ακολουθησαντων αυτω        1:35-51 
  41  ευρισκει ουτος πρωτον τον αδελφον τον ιδιον σιμωνα και λεγει αυτω ευρηκαμεν τον μεσσιαν ο εστιν μεθερμηνευομενον χριστος        1:35-51 
  42  ηγαγεν αυτον προς τον ιησουν εμβλεψας αυτω ο ιησους ειπεν συ ει σιμων ο υιος ιωαννου συ κληθηση κηφας ο ερμηνευεται πετρος        1:35-51 
  43  τη επαυριον ηθελησεν εξελθειν εις την γαλιλαιαν και ευρισκει φιλιππον και λεγει αυτω ο ιησους ακολουθει μοι        1:35-51 
  44  ην δε ο φιλιππος απο βηθσαιδα εκ της πολεως ανδρεου και πετρου        1:35-51 
  45  ευρισκει φιλιππος τον ναθαναηλ και λεγει αυτω ον εγραψεν μωυσης εν τω νομω και οι προφηται ευρηκαμεν ιησουν υιον του ιωσηφ τον απο ναζαρετ        1:35-51 
  46  και ειπεν αυτω ναθαναηλ εκ ναζαρετ δυναται τι αγαθον ειναι λεγει αυτω [ο] φιλιππος ερχου και ιδε        1:35-51 
  47  ειδεν ο ιησους τον ναθαναηλ ερχομενον προς αυτον και λεγει περι αυτου ιδε αληθως ισραηλιτης εν ω δολος ουκ εστιν        1:35-51 
  48  λεγει αυτω ναθαναηλ ποθεν με γινωσκεις απεκριθη ιησους και ειπεν αυτω προ του σε φιλιππον φωνησαι οντα υπο την συκην ειδον σε        1:35-51 
  49  απεκριθη αυτω ναθαναηλ ραββι συ ει ο υιος του θεου συ βασιλευς ει του ισραηλ        1:35-51 
  50  απεκριθη ιησους και ειπεν αυτω οτι ειπον σοι οτι ειδον σε υποκατω της συκης πιστευεις μειζω τουτων οψη        1:35-51 
  51  και λεγει αυτω αμην αμην λεγω υμιν οψεσθε τον ουρανον ανεωγοτα και τους αγγελους του θεου αναβαινοντας και καταβαινοντας επι τον υιον του ανθρωπου        1:35-51