Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:14  μη ταρασσεσθω υμων η καρδια πιστευετε εις τον θεον και εις εμε πιστευετε        14:1-31 
  εν τη οικια του πατρος μου μοναι πολλαι εισιν ει δε μη ειπον αν υμιν οτι πορευομαι ετοιμασαι τοπον υμιν        14:1-31 
  και εαν πορευθω και ετοιμασω τοπον υμιν παλιν ερχομαι και παραλημψομαι υμας προς εμαυτον ινα οπου ειμι εγω και υμεις ητε        14:1-31 
  και οπου [εγω] υπαγω οιδατε την οδον        14:1-31 
  λεγει αυτω θωμας κυριε ουκ οιδαμεν που υπαγεις πως δυναμεθα την οδον ειδεναι        14:1-31 
  λεγει αυτω [ο] ιησους εγω ειμι η οδος και η αληθεια και η ζωη ουδεις ερχεται προς τον πατερα ει μη δι εμου        14:1-31 
  ει εγνωκατε με και τον πατερα μου γνωσεσθε και απ αρτι γινωσκετε αυτον και εωρακατε αυτον        14:1-31 
  λεγει αυτω φιλιππος κυριε δειξον ημιν τον πατερα και αρκει ημιν        14:1-31 
  λεγει αυτω ο ιησους τοσουτω χρονω μεθ υμων ειμι και ουκ εγνωκας με φιλιππε ο εωρακως εμε εωρακεν τον πατερα πως συ λεγεις δειξον ημιν τον πατερα        14:1-31 
  10  ου πιστευεις οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι εστιν τα ρηματα α εγω λεγω υμιν απ εμαυτου ου λαλω ο δε πατηρ εν εμοι μενων ποιει τα εργα αυτου        14:1-31 
  11  πιστευετε μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι ει δε μη δια τα εργα αυτα πιστευετε        14:1-31 
  12  αμην αμην λεγω υμιν ο πιστευων εις εμε τα εργα α εγω ποιω κακεινος ποιησει και μειζονα τουτων ποιησει οτι εγω προς τον πατερα πορευομαι        14:1-31 
  13  και ο τι αν αιτησητε εν τω ονοματι μου τουτο ποιησω ινα δοξασθη ο πατηρ εν τω υιω        14:1-31 
  14  εαν τι αιτησητε με εν τω ονοματι μου εγω ποιησω        14:1-31 
  15  εαν αγαπατε με τας εντολας τας εμας τηρησετε        14:1-31 
  16  καγω ερωτησω τον πατερα και αλλον παρακλητον δωσει υμιν ινα μεθ υμων εις τον αιωνα η        14:1-31 
  17  το πνευμα της αληθειας ο ο κοσμος ου δυναται λαβειν οτι ου θεωρει αυτο ουδε γινωσκει υμεις γινωσκετε αυτο οτι παρ υμιν μενει και εν υμιν εσται        14:1-31 
  18  ουκ αφησω υμας ορφανους ερχομαι προς υμας        14:1-31 
  19  ετι μικρον και ο κοσμος με ουκετι θεωρει υμεις δε θεωρειτε με οτι εγω ζω και υμεις ζησετε        14:1-31 
  20  εν εκεινη τη ημερα γνωσεσθε υμεις οτι εγω εν τω πατρι μου και υμεις εν εμοι καγω εν υμιν        14:1-31 
  21  ο εχων τας εντολας μου και τηρων αυτας εκεινος εστιν ο αγαπων με ο δε αγαπων με αγαπηθησεται υπο του πατρος μου καγω αγαπησω αυτον και εμφανισω αυτω εμαυτον        14:1-31 
  22  λεγει αυτω ιουδας ουχ ο ισκαριωτης κυριε [και] τι γεγονεν οτι ημιν μελλεις εμφανιζειν σεαυτον και ουχι τω κοσμω        14:1-31 
  23  απεκριθη ιησους και ειπεν αυτω εαν τις αγαπα με τον λογον μου τηρησει και ο πατηρ μου αγαπησει αυτον και προς αυτον ελευσομεθα και μονην παρ αυτω ποιησομεθα        14:1-31 
  24  ο μη αγαπων με τους λογους μου ου τηρει και ο λογος ον ακουετε ουκ εστιν εμος αλλα του πεμψαντος με πατρος        14:1-31 
  25  ταυτα λελαληκα υμιν παρ υμιν μενων        14:1-31 
  26  ο δε παρακλητος το πνευμα το αγιον ο πεμψει ο πατηρ εν τω ονοματι μου εκεινος υμας διδαξει παντα και υπομνησει υμας παντα α ειπον υμιν [εγω]        14:1-31 
  27  ειρηνην αφιημι υμιν ειρηνην την εμην διδωμι υμιν ου καθως ο κοσμος διδωσιν εγω διδωμι υμιν μη ταρασσεσθω υμων η καρδια μηδε δειλιατω        14:1-31 
  28  ηκουσατε οτι εγω ειπον υμιν υπαγω και ερχομαι προς υμας ει ηγαπατε με εχαρητε αν οτι πορευομαι προς τον πατερα οτι ο πατηρ μειζων μου εστιν        14:1-31 
  29  και νυν ειρηκα υμιν πριν γενεσθαι ινα οταν γενηται πιστευσητε        14:1-31 
  30  ουκετι πολλα λαλησω μεθ υμων ερχεται γαρ ο του κοσμου αρχων και εν εμοι ουκ εχει ουδεν        14:1-31 
  31  αλλ ινα γνω ο κοσμος οτι αγαπω τον πατερα και καθως ενετειλατο μοι ο πατηρ ουτως ποιω εγειρεσθε αγωμεν εντευθεν        14:1-31