Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:13  προ δε της εορτης του πασχα ειδως ο ιησους οτι ηλθεν αυτου η ωρα ινα μεταβη εκ του κοσμου τουτου προς τον πατερα αγαπησας τους ιδιους τους εν τω κοσμω εις τελος ηγαπησεν αυτους        13:1-20 
  και δειπνου γινομενου του διαβολου ηδη βεβληκοτος εις την καρδιαν ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτου        13:1-20 
  ειδως οτι παντα εδωκεν αυτω ο πατηρ εις τας χειρας και οτι απο θεου εξηλθεν και προς τον θεον υπαγει        13:1-20 
  εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια και λαβων λεντιον διεζωσεν εαυτον        13:1-20 
  ειτα βαλλει υδωρ εις τον νιπτηρα και ηρξατο νιπτειν τους ποδας των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενος        13:1-20 
  ερχεται ουν προς σιμωνα πετρον λεγει αυτω κυριε συ μου νιπτεις τους ποδας        13:1-20 
  απεκριθη ιησους και ειπεν αυτω ο εγω ποιω συ ουκ οιδας αρτι γνωση δε μετα ταυτα        13:1-20 
  λεγει αυτω πετρος ου μη νιψης μου τους ποδας εις τον αιωνα απεκριθη ιησους αυτω εαν μη νιψω σε ουκ εχεις μερος μετ εμου        13:1-20 
  λεγει αυτω σιμων πετρος κυριε μη τους ποδας μου μονον αλλα και τας χειρας και την κεφαλην        13:1-20 
  10  λεγει αυτω ο ιησους ο λελουμενος ουκ εχει χρειαν ει μη τους ποδας νιψασθαι αλλ εστιν καθαρος ολος και υμεις καθαροι εστε αλλ ουχι παντες        13:1-20 
  11  ηδει γαρ τον παραδιδοντα αυτον δια τουτο ειπεν οτι ουχι παντες καθαροι εστε        13:1-20 
  12  οτε ουν ενιψεν τους ποδας αυτων [και] ελαβεν τα ιματια αυτου και ανεπεσεν παλιν ειπεν αυτοις γινωσκετε τι πεποιηκα υμιν        13:1-20 
  13  υμεις φωνειτε με ο διδασκαλος και ο κυριος και καλως λεγετε ειμι γαρ        13:1-20 
  14  ει ουν εγω ενιψα υμων τους ποδας ο κυριος και ο διδασκαλος και υμεις οφειλετε αλληλων νιπτειν τους ποδας        13:1-20 
  15  υποδειγμα γαρ εδωκα υμιν ινα καθως εγω εποιησα υμιν και υμεις ποιητε        13:1-20 
  16  αμην αμην λεγω υμιν ουκ εστιν δουλος μειζων του κυριου αυτου ουδε αποστολος μειζων του πεμψαντος αυτον        13:1-20 
  17  ει ταυτα οιδατε μακαριοι εστε εαν ποιητε αυτα        13:1-20 
  18  ου περι παντων υμων λεγω εγω οιδα τινας εξελεξαμην αλλ ινα η γραφη πληρωθη ο τρωγων μου τον αρτον επηρεν επ εμε την πτερναν αυτου        13:1-20 
  19  απ αρτι λεγω υμιν προ του γενεσθαι ινα πιστευσητε οταν γενηται οτι εγω ειμι        13:1-20 
  20  αμην αμην λεγω υμιν ο λαμβανων αν τινα πεμψω εμε λαμβανει ο δε εμε λαμβανων λαμβανει τον πεμψαντα με        13:1-20