Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:19  και εισελθων διηρχετο την ιεριχω      19:1-28   
  και ιδου ανηρ ονοματι καλουμενος ζακχαιος και αυτος ην αρχιτελωνης και αυτος πλουσιος      19:1-28   
  και εζητει ιδειν τον ιησουν τις εστιν και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικρος ην      19:1-28   
  και προδραμων εις το εμπροσθεν ανεβη επι συκομορεαν ινα ιδη αυτον οτι εκεινης ημελλεν διερχεσθαι      19:1-28   
  και ως ηλθεν επι τον τοπον αναβλεψας ο ιησους ειπεν προς αυτον ζακχαιε σπευσας καταβηθι σημερον γαρ εν τω οικω σου δει με μειναι      19:1-28   
  και σπευσας κατεβη και υπεδεξατο αυτον χαιρων      19:1-28   
  και ιδοντες παντες διεγογγυζον λεγοντες οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι      19:1-28   
  σταθεις δε ζακχαιος ειπεν προς τον κυριον ιδου τα ημισια μου των υπαρχοντων κυριε τοις πτωχοις διδωμι και ει τινος τι εσυκοφαντησα αποδιδωμι τετραπλουν      19:1-28   
  ειπεν δε προς αυτον ο ιησους οτι σημερον σωτηρια τω οικω τουτω εγενετο καθοτι και αυτος υιος αβρααμ εστιν      19:1-28   
  10  ηλθεν γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος      19:1-28   
  11  ακουοντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην δια το εγγυς ειναι ιερουσαλημ αυτον και δοκειν αυτους οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι      19:1-28   
  14  οι δε πολιται αυτου εμισουν αυτον και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντες ου θελομεν τουτον βασιλευσαι εφ ημας      19:1-28   
  27  πλην τους εχθρους μου τουτους τους μη θελησαντας με βασιλευσαι επ αυτους αγαγετε ωδε και κατασφαξατε αυτους εμπροσθεν μου      19:1-28   
  28  και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις ιεροσολυμα      19:1-28