Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:16  19  ανθρωπος δε τις ην πλουσιος και ενεδιδυσκετο πορφυραν και βυσσον ευφραινομενος καθ ημεραν λαμπρως      16:5-99   
  20  πτωχος δε τις ονοματι λαζαρος εβεβλητο προς τον πυλωνα αυτου ειλκωμενος      16:5-99   
  21  και επιθυμων χορτασθηναι απο των πιπτοντων απο της τραπεζης του πλουσιου αλλα και οι κυνες ερχομενοι επελειχον τα ελκη αυτου      16:5-99   
  22  εγενετο δε αποθανειν τον πτωχον και απενεχθηναι αυτον υπο των αγγελων εις τον κολπον αβρααμ απεθανεν δε και ο πλουσιος και εταφη      16:5-99   
  23  και εν τω αδη επαρας τους οφθαλμους αυτου υπαρχων εν βασανοις ορα αβρααμ απο μακροθεν και λαζαρον εν τοις κολποις αυτου      16:5-99   
  24  και αυτος φωνησας ειπεν πατερ αβρααμ ελεησον με και πεμψον λαζαρον ινα βαψη το ακρον του δακτυλου αυτου υδατος και καταψυξη την γλωσσαν μου οτι οδυνωμαι εν τη φλογι ταυτη      16:5-99   
  25  ειπεν δε αβρααμ τεκνον μνησθητι οτι απελαβες τα αγαθα σου εν τη ζωη σου και λαζαρος ομοιως τα κακα νυν δε ωδε παρακαλειται συ δε οδυνασαι      16:5-99   
  26  και εν πασι τουτοις μεταξυ ημων και υμων χασμα μεγα εστηρικται οπως οι θελοντες διαβηναι ενθεν προς υμας μη δυνωνται μηδε εκειθεν προς ημας διαπερωσιν      16:5-99   
  27  ειπεν δε ερωτω σε ουν πατερ ινα πεμψης αυτον εις τον οικον του πατρος μου      16:5-99   
  28  εχω γαρ πεντε αδελφους οπως διαμαρτυρηται αυτοις ινα μη και αυτοι ελθωσιν εις τον τοπον τουτον της βασανου      16:5-99   
  29  λεγει δε αβρααμ εχουσι μωυσεα και τους προφητας ακουσατωσαν αυτων      16:5-99   
  30  ο δε ειπεν ουχι πατερ αβρααμ αλλ εαν τις απο νεκρων πορευθη προς αυτους μετανοησουσιν      16:5-99   
  31  ειπεν δε αυτω ει μωυσεως και των προφητων ουκ ακουουσιν ουδ εαν τις εκ νεκρων αναστη πεισθησονται      16:5-99   
  και ειπαν οι αποστολοι τω κυριω προσθες ημιν πιστιν      16:5-99   
  ειπεν δε ο κυριος ει εχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω [ταυτη] εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν      16:5-99   
  τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει αυτω ευθεως παρελθων αναπεσε      16:5-99   
  αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ      16:5-99   
  μη εχει χαριν τω δουλω οτι εποιησεν τα διαταχθεντα      16:5-99   
  10  ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν ο ωφειλομεν ποιησαι πεποιηκαμεν      16:5-99