Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:12  15  ειπεν δε προς αυτους ορατε και φυλασσεσθε απο πασης πλεονεξιας οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτω      12:15-21   
  16  ειπεν δε παραβολην προς αυτους λεγων ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα      12:15-21   
  17  και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τους καρπους μου      12:15-21   
  18  και ειπεν τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω και συναξω εκει παντα τον σιτον και τα αγαθα μου      12:15-21   
  19  και ερω τη ψυχη μου ψυχη εχεις πολλα αγαθα κειμενα εις ετη πολλα αναπαυου φαγε πιε ευφραινου      12:15-21   
  20  ειπεν δε αυτω ο θεος αφρων ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασας τινι εσται      12:15-21   
  21  ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων      12:15-21