Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Λουκάς:10  25  και ιδου νομικος τις ανεστη εκπειραζων αυτον λεγων διδασκαλε τι ποιησας ζωην αιωνιον κληρονομησω      10:25-37   
  26  ο δε ειπεν προς αυτον εν τω νομω τι γεγραπται πως αναγινωσκεις      10:25-37   
  27  ο δε αποκριθεις ειπεν αγαπησεις κυριον τον θεον σου εξ ολης [της] καρδιας σου και εν ολη τη ψυχη σου και εν ολη τη ισχυι σου και εν ολη τη διανοια σου και τον πλησιον σου ως σεαυτον      10:25-37   
  28  ειπεν δε αυτω ορθως απεκριθης τουτο ποιει και ζηση      10:25-37   
  29  ο δε θελων δικαιωσαι εαυτον ειπεν προς τον ιησουν και τις εστιν μου πλησιον      10:25-37   
  30  υπολαβων ο ιησους ειπεν ανθρωπος τις κατεβαινεν απο ιερουσαλημ εις ιεριχω και λησταις περιεπεσεν οι και εκδυσαντες αυτον και πληγας επιθεντες απηλθον αφεντες ημιθανη      10:25-37   
  31  κατα συγκυριαν δε ιερευς τις κατεβαινεν εν τη οδω εκεινη και ιδων αυτον αντιπαρηλθεν      10:25-37   
  32  ομοιως δε και λευιτης [γενομενος] κατα τον τοπον ελθων και ιδων αντιπαρηλθεν      10:25-37   
  33  σαμαριτης δε τις οδευων ηλθεν κατ αυτον και ιδων εσπλαγχνισθη      10:25-37   
  34  και προσελθων κατεδησεν τα τραυματα αυτου επιχεων ελαιον και οινον επιβιβασας δε αυτον επι το ιδιον κτηνος ηγαγεν αυτον εις πανδοχειον και επεμεληθη αυτου      10:25-37   
  35  και επι την αυριον εκβαλων εδωκεν δυο δηναρια τω πανδοχει και ειπεν επιμεληθητι αυτου και ο τι αν προσδαπανησης εγω εν τω επανερχεσθαι με αποδωσω σοι      10:25-37   
  36  τις τουτων των τριων πλησιον δοκει σοι γεγονεναι του εμπεσοντος εις τους ληστας      10:25-37   
  37  ο δε ειπεν ο ποιησας το ελεος μετ αυτου ειπεν δε αυτω ο ιησους πορευου και συ ποιει ομοιως      10:25-37