Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ιωάννης:7  11  οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινος        7:11-31 
  12  και γογγυσμος περι αυτου ην πολυς εν τοις οχλοις οι μεν ελεγον οτι αγαθος εστιν αλλοι [δε] ελεγον ου αλλα πλανα τον οχλον        7:11-31 
  13  ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων        7:11-31 
  14  ηδη δε της εορτης μεσουσης ανεβη ιησους εις το ιερον και εδιδασκεν        7:11-31 
  15  εθαυμαζον ουν οι ιουδαιοι λεγοντες πως ουτος γραμματα οιδεν μη μεμαθηκως        7:11-31 
  16  απεκριθη ουν αυτοις [ο] ιησους και ειπεν η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντος με        7:11-31 
  17  εαν τις θελη το θελημα αυτου ποιειν γνωσεται περι της διδαχης ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω        7:11-31 
  18  ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντος αυτον ουτος αληθης εστιν και αδικια εν αυτω ουκ εστιν        7:11-31 
  19  ου μωυσης δεδωκεν υμιν τον νομον και ουδεις εξ υμων ποιει τον νομον τι με ζητειτε αποκτειναι        7:11-31 
  20  απεκριθη ο οχλος δαιμονιον εχεις τις σε ζητει αποκτειναι        7:11-31 
  21  απεκριθη ιησους και ειπεν αυτοις εν εργον εποιησα και παντες θαυμαζετε        7:11-31 
  22  δια τουτο μωυσης δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του μωυσεως εστιν αλλ εκ των πατερων και εν σαββατω περιτεμνετε ανθρωπον        7:11-31 
  23  ει περιτομην λαμβανει ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος μωυσεως εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω        7:11-31 
  24  μη κρινετε κατ οψιν αλλα την δικαιαν κρισιν κρινετε        7:11-31 
  25  ελεγον ουν τινες εκ των ιεροσολυμιτων ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι        7:11-31 
  26  και ιδε παρρησια λαλει και ουδεν αυτω λεγουσιν μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν ο χριστος        7:11-31 
  27  αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε χριστος οταν ερχηται ουδεις γινωσκει ποθεν εστιν        7:11-31 
  28  εκραξεν ουν εν τω ιερω διδασκων ο ιησους και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα αλλ εστιν αληθινος ο πεμψας με ον υμεις ουκ οιδατε        7:11-31 
  29  εγω οιδα αυτον οτι παρ αυτου ειμι κακεινος με απεστειλεν        7:11-31 
  30  εζητουν ουν αυτον πιασαι και ουδεις επεβαλεν επ αυτον την χειρα οτι ουπω εληλυθει η ωρα αυτου        7:11-31 
  31  εκ του οχλου δε πολλοι επιστευσαν εις αυτον και ελεγον ο χριστος οταν ελθη μη πλειονα σημεια ποιησει ων ουτος εποιησεν        7:11-31